Laches
Athens, after a display of fighting in armor. · Two fathers ask the generals Laches and Nicias, and then Socrates, how to raise their sons, and the talk turns to what courage is.
Lysimachusτεθέασθε μὲν τὸν ἄνδρα μαχόμενον ἐν ὅπλοις, ὦ Νικία τε καὶ Λάχης· οὗ δʼ ἕνεκα ὑμᾶς ἐκελεύσαμεν συνθεάσασθαι ἐγώ τε καὶ Μελησίας ὅδε, τότε μὲν οὐκ εἴπομεν, νῦν δʼ ἐροῦμεν. ἡγούμεθα γὰρ χρῆναι πρός γε ὑμᾶς παρρησιάζεσθαι. εἰσὶ γάρ τινες οἳ τῶν τοιούτων καταγελῶσι, καὶ ἐάν 178b τις αὐτοῖς συμβουλεύσηται, οὐκ ἂν εἴποιεν ἃ νοοῦσιν, ἀλλὰ στοχαζόμενοι τοῦ συμβουλευομένου ἄλλα λέγουσι παρὰ τὴν αὑτῶν δόξαν· ὑμᾶς δὲ ἡμεῖς ἡγησάμενοι καὶ ἱκανοὺς γνῶναι καὶ γνόντας ἁπλῶς ἂν εἰπεῖν ἃ δοκεῖ ὑμῖν, οὕτω παρελάβομεν ἐπὶ τὴν συμβουλὴν περὶ ὧν μέλλομεν ἀνακοινοῦσθαι. ἔστιν 179a οὖν τοῦτο, περὶ οὗ πάλαι τοσαῦτα προοιμιάζομαι, τόδε.
LysimachusYou’ve watched the man fighting in armor, Nicias and Laches. Melesias here and I asked you to watch with us, but we didn’t tell you why at the time. We’ll tell you now, because we think that with you, at least, we ought to speak frankly. There are people who laugh at this sort of thing. If 178b someone asks their advice, they won’t say what they really think. Instead they guess at what the person consulting them wants to hear and say something other than their own opinion. But we thought you were capable of judging, and that once you had judged you would simply say what you think. So we’ve brought you in to advise us on what we’re about to put to you. Here, then, 179a is the matter I’ve been making such a long preamble about.
ἡμῖν εἰσὶν ὑεῖς οὑτοιί, ὅδε μὲν τοῦδε, πάππου ἔχων ὄνομα Θουκυδίδης, ἐμὸς δὲ αὖ ὅδε—παππῷον δὲ καὶ οὗτος ὄνομʼ ἔχει τοὐμοῦ πατρός· Ἀριστείδην γὰρ αὐτὸν καλοῦμεν—ἡμῖν οὖν τούτων δέδοκται ἐπιμεληθῆναι ὡς οἷόν τε μάλιστα, καὶ μὴ ποιῆσαι ὅπερ οἱ πολλοί, ἐπειδὴ μειράκια γέγονεν, ἀνεῖναι αὐτοὺς ὅτι βούλονται ποιεῖν, ἀλλὰ νῦν δὴ καὶ ἄρχεσθαι αὐτῶν ἐπιμελεῖσθαι καθʼ ὅσον οἷοί τʼ ἐσμέν. εἰδότες οὖν καὶ 179b ὑμῖν ὑεῖς ὄντας ἡγησάμεθα μεμεληκέναι περὶ αὐτῶν, εἴπερ τισὶν ἄλλοις, πῶς ἂν θεραπευθέντες γένοιντο ἄριστοι· εἰ δʼ ἄρα πολλάκις μὴ προσεσχήκατε τὸν νοῦν τῷ τοιούτῳ, ὑπομνήσοντες ὅτι οὐ χρὴ αὐτοῦ ἀμελεῖν, καὶ παρακαλοῦντες ὑμᾶς ἐπὶ τὸ ἐπιμέλειάν τινα ποιήσασθαι τῶν ὑέων κοινῇ μεθʼ ἡμῶν. ὅθεν δὲ ἡμῖν ταῦτʼ ἔδοξεν, ὦ Νικία τε καὶ Λάχης, χρὴ ἀκοῦσαι, κἂν ᾖ ὀλίγῳ μακρότερα.
We have sons, these two here. This one is Melesias’ son, and he has his grandfather’s name, Thucydides. This one is mine, and he too has a grandfather’s name, my father’s: we call him Aristides. Well, we’ve decided to take care of them as well as we possibly can. We don’t want to do what most people do once their boys have grown into young men, and let them loose to do whatever they like. No, now is the moment to start taking care of them, as far as we’re able. We knew 179b that you have sons too, and we thought that you, if anyone, would have given thought to how they should be brought up so as to turn out as good as possible. And if perhaps you haven’t often turned your minds to this sort of thing, we wanted to remind you that it mustn’t be neglected, and to invite you to join us in taking some care of our sons together. You should hear how we came to this decision, Nicias and Laches, even if it takes a little longer.
συσσιτοῦμεν γὰρ δὴ ἐγώ τε καὶ Μελησίας ὅδε, καὶ ἡμῖν τὰ μειράκια παρασιτεῖ. 179c ὅπερ οὖν καὶ ἀρχόμενος εἶπον τοῦ λόγου, παρρησιασόμεθα πρὸς ὑμᾶς. ἡμῶν γὰρ ἑκάτερος περὶ τοῦ ἑαυτοῦ πατρὸς πολλὰ καὶ καλὰ ἔργα ἔχει λέγειν πρὸς τοὺς νεανίσκους, καὶ ὅσα ἐν πολέμῳ ἠργάσαντο καὶ ὅσα ἐν εἰρήνῃ, διοικοῦντες τά τε τῶν συμμάχων καὶ τὰ τῆσδε τῆς πόλεως· ἡμέτερα δʼ αὐτῶν ἔργα οὐδέτερος ἔχει λέγειν. ταῦτα δὴ ὑπαισχυνόμεθά τε τούσδε καὶ αἰτιώμεθα τοὺς πατέρας ἡμῶν ὅτι ἡμᾶς μὲν 179d εἴων τρυφᾶν, ἐπειδὴ μειράκια ἐγενόμεθα, τὰ δὲ τῶν ἄλλων πράγματα ἔπραττον· καὶ τοῖσδε τοῖς νεανίσκοις αὐτὰ ταῦτα ἐνδεικνύμεθα, λέγοντες ὅτι εἰ μὲν ἀμελήσουσιν ἑαυτῶν καὶ μὴ πείσονται ἡμῖν, ἀκλεεῖς γενήσονται, εἰ δʼ ἐπιμελήσονται, τάχʼ ἂν τῶν ὀνομάτων ἄξιοι γένοιντο ἃ ἔχουσιν.
Melesias here and I take our meals together, you see, and the boys eat with us. 179c So, as I said at the start of my speech, we’ll be frank with you. Each of us has many fine deeds to tell the young men about his own father. There’s what our fathers achieved in war and what they achieved in peace, managing the affairs of the allies and of this city. But neither of us has any deeds of his own to tell. That makes us rather ashamed in front of these boys, and we blame our fathers for letting us 179d live in luxury once we were young men while they busied themselves with other people’s affairs. We point out this very thing to these young men. We tell them that if they neglect themselves and don’t listen to us, they’ll end up without any renown, but if they take care, they may well prove worthy of the names they bear.
οὗτοι μὲν οὖν φασιν πείσεσθαι· ἡμεῖς δὲ δὴ τοῦτο σκοποῦμεν, τί ἂν οὗτοι μαθόντες ἢ ἐπιτηδεύσαντες ὅτι ἄριστοι γένοιντο. 179e εἰσηγήσατο οὖν τις ἡμῖν καὶ τοῦτο τὸ μάθημα, ὅτι καλὸν εἴη τῷ νέῳ μαθεῖν ἐν ὅπλοις μάχεσθαι· καὶ ἐπῄνει τοῦτον ὃν νῦν ὑμεῖς ἐθεάσασθε ἐπιδεικνύμενον, κᾆτʼ ἐκέλευε θεάσασθαι. ἔδοξε δὴ χρῆναι αὐτούς τε ἐλθεῖν ἐπὶ θέαν τἀνδρὸς καὶ ὑμᾶς συμπαραλαβεῖν ἅμα μὲν συνθεατάς, ἅμα δὲ συμβούλους τε καὶ κοινωνούς, ἐὰν βούλησθε, περὶ τῆς τῶν ὑέων ἐπιμελείας. 180a ταῦτʼ ἐστὶν ἃ ἐβουλόμεθα ὑμῖν ἀνακοινώσασθαι. ἤδη οὖν ὑμέτερον μέρος συμβουλεύειν καὶ περὶ τούτου τοῦ μαθήματος, εἴτε δοκεῖ χρῆναι μανθάνειν εἴτε μή, καὶ περὶ τῶν ἄλλων, εἴ τι ἔχετε ἐπαινέσαι μάθημα νέῳ ἀνδρὶ ἢ ἐπιτήδευμα, καὶ περὶ τῆς κοινωνίας λέγειν ὁποῖόν τι ποιήσετε.
Well, they say they’ll listen to us. So what we’re looking into is what they should learn or practice in order to become as good as possible. 179e Someone suggested this subject to us as well: that it would be a fine thing for a young man to learn to fight in armor. He praised this man you’ve just watched giving his display, and urged us to go and see him. So we decided that we ought to go and watch the man ourselves, and take you along with us. We wanted you to watch with us, and also, if you’re willing, to advise us and share with us in the care of our sons. 180a That’s what we wanted to put to you. So now it’s your turn to advise us. Tell us about this subject, whether you think they should learn it or not, and about any others, if you have any subject or pursuit to recommend for a young man. And tell us what you’ll do about joining us.
Niciasἐγὼ μέν, ὦ Λυσίμαχε καὶ Μελησία, ἐπαινῶ τε ὑμῶν τὴν διάνοιαν καὶ κοινωνεῖν ἕτοιμος, οἶμαι δὲ καὶ Λάχητα τόνδε.
NiciasFor my part, Lysimachus and Melesias, I commend your plan and I’m ready to join you. And I think Laches here is too.
Lachesἀληθῆ γὰρ οἴει, ὦ Νικία. ὡς ὅ γε ἔλεγεν ὁ Λυσίμαχος ἄρτι περὶ τοῦ πατρὸς τοῦ αὑτοῦ τε καὶ τοῦ Μελησίου, πάνυ μοι δοκεῖ εὖ εἰρῆσθαι καὶ εἰς ἐκείνους καὶ εἰς ἡμᾶς καὶ εἰς ἅπαντας ὅσοι τὰ τῶν πόλεων πράττουσιν, ὅτι αὐτοῖς σχεδόν τι ταῦτα συμβαίνει ἃ οὗτος λέγει καὶ περὶ παῖδας καὶ περὶ τἆλλα, τὰ ἴδια ὀλιγωρεῖσθαί τε καὶ ἀμελῶς διατίθεσθαι. ταῦτα μὲν οὖν καλῶς λέγεις, ὦ Λυσίμαχε· ὅτι δʼ ἡμᾶς μὲν συμβούλους παρακαλεῖς ἐπὶ τὴν τῶν νεανίσκων 180c παιδείαν, Σωκράτη δὲ τόνδε οὐ παρακαλεῖς, θαυμάζω, πρῶτον μὲν ὄντα δημότην, ἔπειτα ἐνταῦθα ἀεὶ τὰς διατριβὰς ποιούμενον ὅπου τί ἐστι τῶν τοιούτων ὧν σὺ ζητεῖς περὶ τοὺς νέους ἢ μάθημα ἢ ἐπιτήδευμα καλόν.
LachesYou think right, Nicias. What Lysimachus was just saying about his own father and Melesias’ seems to me very well said. It applies to them, to us, and to everyone who handles the affairs of cities. What he describes is pretty much what happens to them, with their children and everything else: their private affairs get slighted and neglected. So you’re right about that, Lysimachus. But it surprises me that you invite us to advise you on the young men’s 180c education and don’t invite Socrates here. First of all, he’s from your deme. And then he’s always spending his time wherever there’s any of the sort of thing you’re looking for for the young, some fine subject or pursuit.
Lysimachusπῶς λέγεις, ὦ Λάχης; Σωκράτης γὰρ ὅδε τινὸς τῶν τοιούτων ἐπιμέλειαν πεποίηται;
LysimachusWhat do you mean, Laches? Has Socrates here taken an interest in anything of this kind?
Lachesπάνυ μὲν οὖν, ὦ Λυσίμαχε.
LachesVery much so, Lysimachus.
Niciasτοῦτο μέν σοι κἂν ἐγὼ ἔχοιμι εἰπεῖν οὐ χεῖρον Λάχητος· καὶ γὰρ αὐτῷ μοι ἔναγχος ἄνδρα προυξένησε τῷ 180d ὑεῖ διδάσκαλον μουσικῆς, Ἀγαθοκλέους μαθητὴν Δάμωνα, ἀνδρῶν χαριέστατον οὐ μόνον τὴν μουσικήν, ἀλλὰ καὶ τἆλλα ὁπόσου βούλει ἄξιον συνδιατρίβειν τηλικούτοις νεανίσκοις.
NiciasI could tell you that just as well as Laches could. Only recently he introduced me to a music teacher for my 180d son: Damon, the pupil of Agathocles. He’s the most accomplished of men, not only in music but in every other respect you could want, and well worth having as a companion for young men of that age.
Lysimachusοὔτοι, ὦ Σώκρατές τε καὶ Νικία καὶ Λάχης, οἱ ἡλίκοι ἐγὼ ἔτι γιγνώσκομεν τοὺς νεωτέρους, ἅτε κατʼ οἰκίαν τὰ πολλὰ διατρίβοντες ὑπὸ τῆς ἡλικίας· ἀλλʼ εἴ τι καὶ σύ, ὦ παῖ Σωφρονίσκου, ἔχεις τῷδε τῷ σαυτοῦ δημότῃ ἀγαθὸν 180e συμβουλεῦσαι, χρὴ συμβουλεύειν. δίκαιος δʼ εἶ· καὶ γὰρ πατρικὸς ἡμῖν φίλος τυγχάνεις ὤν· ἀεὶ γὰρ ἐγὼ καὶ ὁ σὸς πατὴρ ἑταίρω τε καὶ φίλω ἦμεν, καὶ πρότερον ἐκεῖνος ἐτελεύτησε, πρίν τι ἐμοὶ διενεχθῆναι. περιφέρει δέ τίς με καὶ μνήμη ἄρτι τῶνδε λεγόντων· τὰ γὰρ μειράκια τάδε πρὸς ἀλλήλους οἴκοι διαλεγόμενοι θαμὰ ἐπιμέμνηνται Σωκράτους καὶ σφόδρα ἐπαινοῦσιν· οὐ μέντοι πώποτε αὐτοὺς ἀνηρώτησα 181a εἰ τὸν Σωφρονίσκου λέγοιεν. ἀλλʼ, ὦ παῖδες, λέγετέ μοι, ὅδʼ ἐστὶ Σωκράτης, περὶ οὗ ἑκάστοτε ἐμέμνησθε;
LysimachusYou see, Socrates, Nicias, and Laches, men of my age don’t really know the younger ones anymore, since our age keeps us at home most of the time. But if you, son of Sophroniscus, have any good advice to give your fellow demesman here, 180e you should give it. And you owe it to us, since you happen to be a friend of ours through your father. Your father and I were always comrades and friends, and he died before we ever had any disagreement. And something has just come back to me while these men were talking. When these boys are talking with each other at home, they often mention Socrates and praise him highly. But I’ve never asked them 181a whether they meant the son of Sophroniscus. Tell me, boys, is this the Socrates you were always talking about?
Lysimachusεὖ γε νὴ τὴν Ἥραν, ὦ Σώκρατες, ὅτι ὀρθοῖς τὸν πατέρα, ἄριστον ἀνδρῶν ὄντα, καὶ ἄλλως καὶ δὴ καὶ ὅτι οἰκεῖα τά τε σὰ ἡμῖν ὑπάρξει καὶ σοὶ τὰ ἡμέτερα.
LysimachusBy Hera, Socrates, I’m glad you keep your father’s name standing tall. He was the best of men. And I’m glad above all that our families will be close, so that what’s yours will be ours and what’s ours will be yours.
Lachesκαὶ μήν, ὦ Λυσίμαχε, μὴ ἀφίεσό γε τἀνδρός· ὡς ἐγὼ καὶ ἄλλοθί γε αὐτὸν ἐθεασάμην οὐ μόνον τὸν πατέρα 181b ἀλλὰ καὶ τὴν πατρίδα ὀρθοῦντα· ἐν γὰρ τῇ ἀπὸ Δηλίου φυγῇ μετʼ ἐμοῦ συνανεχώρει, κἀγώ σοι λέγω ὅτι εἰ οἱ ἄλλοι ἤθελον τοιοῦτοι εἶναι, ὀρθὴ ἂν ἡμῶν ἡ πόλις ἦν καὶ οὐκ ἂν ἔπεσε τότε τοιοῦτον πτῶμα.
LachesYes, Lysimachus, and don’t let the man go. I’ve seen him elsewhere, too, keeping not only his father 181b but his fatherland standing tall. In the retreat from Delium he withdrew alongside me. I tell you, if the others had been willing to be like him, our city would be standing tall and wouldn’t have taken such a fall back then.
Lysimachusὦ Σώκρατες, οὗτος μέντοι ὁ ἔπαινός ἐστιν καλός, ὃν σὺ νῦν ἐπαινῇ ὑπʼ ἀνδρῶν ἀξίων πιστεύεσθαι καὶ εἰς ταῦτα εἰς ἃ οὗτοι ἐπαινοῦσιν. εὖ οὖν ἴσθι ὅτι ἐγὼ ταῦτα ἀκούων χαίρω ὅτι εὐδοκιμεῖς, καὶ σὺ δὲ ἡγοῦ με ἐν τοῖς εὐνούστατόν 181c σοι εἶναι. χρῆν μὲν οὖν καὶ πρότερόν γε φοιτᾶν αὐτὸν παρʼ ἡμᾶς καὶ οἰκείους ἡγεῖσθαι, ὥσπερ τὸ δίκαιον· νῦν δʼ οὖν ἀπὸ τῆσδε τῆς ἡμέρας, ἐπειδὴ ἀνεγνωρίσαμεν ἀλλήλους, μὴ ἄλλως ποίει, ἀλλὰ σύνισθί τε καὶ γνώριζε καὶ ἡμᾶς καὶ τούσδε τοὺς νεωτέρους, ὅπως ἂν διασῴζητε καὶ ὑμεῖς τὴν ἡμετέραν φιλίαν. ταῦτα μὲν οὖν καὶ σὺ ποιήσεις καὶ ἡμεῖς σε καὶ αὖθις ὑπομνήσομεν· περὶ δὲ ὧν ἠρξάμεθα τί φατε; τί δοκεῖ; τὸ μάθημα τοῖς μειρακίοις ἐπιτήδειον εἶναι ἢ οὔ, τὸ μαθεῖν ἐν ὅπλοις μάχεσθαι;
LysimachusSocrates, this is truly fine praise you’re receiving now. It comes from men worth trusting, and it’s for the very things they’re praising you for. So you can be sure that I’m delighted to hear you’re so well thought of, and you must count me among those most well disposed 181c toward you. You really should have been visiting us before now and thinking of us as family, as was only right. But from this day on, now that we’ve recognized one another, don’t do otherwise. Spend time with us and get to know us and these young people, so that you and they, too, may keep our friendship alive. Well, you’ll do that, and we’ll remind you again. But about what we started with, what do you all say? What do you think? Is the subject suitable for the boys or not, learning to fight in armor?
Socratesἀλλὰ καὶ τούτων πέρι, ὦ Λυσίμαχε, ἔγωγε πειράσομαι συμβουλεύειν ἄν τι δύνωμαι, καὶ αὖ ἃ προκαλῇ πάντα ποιεῖν. δικαιότατον μέντοι μοι δοκεῖ εἶναι ἐμὲ νεώτερον ὄντα τῶνδε καὶ ἀπειρότερον τούτων ἀκούειν πρότερον τί λέγουσιν καὶ μανθάνειν παρʼ αὐτῶν· ἐὰν δʼ ἔχω τι ἄλλο παρὰ τὰ ὑπὸ τούτων λεγόμενα, τότʼ ἤδη διδάσκειν καὶ πείθειν καὶ σὲ καὶ τούτους. ἀλλʼ, ὦ Νικία, τί οὐ λέγει πότερος ὑμῶν;
SocratesWell, Lysimachus, I’ll try to advise you on this too, if I can, and to do everything else you invite me to. But since I’m younger than these men and less experienced, it seems most right to me to hear first what they have to say and learn from them. Then, if I have something to add beyond what they say, I’ll try to teach and persuade both you and them. So, Nicias, why doesn’t one of you speak?
Fighting in armor
Nicias recommends the training; Laches thinks it useless and tells a funny story about its teacher.
Niciasἀλλʼ οὐδὲν κωλύει, ὦ Σώκρατες. δοκεῖ γὰρ καὶ 181e ἐμοὶ τοῦτο τὸ μάθημα τοῖς νέοις ὠφέλιμον εἶναι ἐπίστασθαι πολλαχῇ. καὶ γὰρ τὸ μὴ ἄλλοθι διατρίβειν, ἐν οἷς δὴ φιλοῦσιν οἱ νέοι τὰς διατριβὰς ποιεῖσθαι ὅταν σχολὴν ἄγωσιν, ἀλλʼ ἐν τούτῳ, εὖ ἔχει, ὅθεν καὶ τὸ σῶμα βέλτιον ἴσχειν ἀνάγκη—οὐδενὸς γὰρ τῶν γυμνασίων φαυλότερον οὐδʼ 182a ἐλάττω πόνον ἔχει—καὶ ἅμα προσήκει μάλιστʼ ἐλευθέρῳ τοῦτό τε τὸ γυμνάσιον καὶ ἡ ἱππική· οὗ γὰρ ἀγῶνος ἀθληταί ἐσμεν καὶ ἐν οἷς ἡμῖν ὁ ἀγὼν πρόκειται, μόνοι οὗτοι γυμνάζονται οἱ ἐν τούτοις τοῖς τὸν περὶ τὸν πόλεμον ὀργάνοις γυμναζόμενοι.
NiciasNothing to stop us, Socrates. I too 181e think it’s useful in many ways for young men to know this subject. For one thing, it’s good that they spend their time on this, rather than in the places young men like to pass the time when they have leisure. It also necessarily improves the condition of the body, since it’s inferior to none of the gymnastic exercises and takes no less 182a effort. At the same time, this exercise, along with horsemanship, is especially fitting for a free man. In the contest we are competitors in, the struggle that lies before us, the only people in training are those who train with these instruments of war.
ἔπειτα ὀνήσει μέν τι τοῦτο τὸ μάθημα καὶ ἐν τῇ μάχῃ αὐτῇ, ὅταν ἐν τάξει δέῃ μάχεσθαι μετὰ πολλῶν ἄλλων· μέγιστον μέντοι αὐτοῦ ὄφελος, ὅταν λυθῶσιν αἱ τάξεις καὶ ἤδη τι δέῃ μόνον πρὸς μόνον ἢ διώκοντα ἀμυνομένῳ 182b τινὶ ἐπιθέσθαι ἢ καὶ ἐν φυγῇ ἐπιτιθεμένου ἄλλου ἀμύνασθαι αὐτόν· οὔτʼ ἂν ὑπό γε ἑνὸς εἷς ὁ τοῦτʼ ἐπιστάμενος οὐδὲν ἂν πάθοι, ἴσως δʼ οὐδὲ ὑπὸ πλειόνων, ἀλλὰ πανταχῇ ἂν ταύτῃ πλεονεκτοῖ.
Next, this subject will be of some help in the battle itself, when a man has to fight in formation with many others. But its greatest benefit comes when the ranks break and it’s one man against one. He may be in pursuit, attacking a man who is defending 182b himself, or in flight, defending himself against someone else’s attack. A man who knows this skill wouldn’t come to any harm at the hands of a single opponent, and probably not even at the hands of several. He’d have the advantage over them every time.
ἔτι δὲ καὶ εἰς ἄλλου καλοῦ μαθήματος ἐπιθυμίαν παρακαλεῖ τὸ τοιοῦτον· πᾶς γὰρ ἂν μαθὼν ἐν ὅπλοις μάχεσθαι ἐπιθυμήσειε καὶ τοῦ ἑξῆς μαθήματος τοῦ περὶ τὰς τάξεις, καὶ ταῦτα λαβὼν καὶ φιλοτιμηθεὶς 182c ἐν αὐτοῖς ἐπὶ πᾶν ἂν τὸ περὶ τὰς στρατηγίας ὁρμήσειε· καὶ ἤδη δῆλον ὅτι τὰ τούτων ἐχόμενα καὶ μαθήματα πάντα καὶ ἐπιτηδεύματα καὶ καλὰ καὶ πολλοῦ ἄξια ἀνδρὶ μαθεῖν τε καὶ ἐπιτηδεῦσαι, ὧν καθηγήσαιτʼ ἂν τοῦτο τὸ μάθημα. προσθήσομεν δʼ αὐτῷ οὐ σμικρὰν προσθήκην, ὅτι πάντα ἄνδρα ἐν πολέμῳ καὶ θαρραλεώτερον καὶ ἀνδρειότερον ἂν ποιήσειεν αὐτὸν αὑτοῦ οὐκ ὀλίγῳ αὕτη ἡ ἐπιστήμη.
What’s more, this sort of thing stirs up a desire for another fine subject. Anyone who has learned to fight in armor would want the next subject too, the one about formations. Once he had mastered that and taken pride 182c in it, he’d press on to the whole art of generalship. And it’s already clear that the subjects and pursuits connected with these are all fine and well worth a man’s learning and practicing, and this subject would lead the way to them. We’ll add something to it, and no small addition, either: this knowledge would make any man in war considerably more confident and braver than he was before.
μὴ ἀτιμάσωμεν δὲ εἰπεῖν, εἰ καί τῳ σμικρότερον δοκεῖ εἶναι, ὅτι καὶ εὐσχημονέστερον ἐνταῦθα οὗ χρὴ τὸν ἄνδρα εὐσχημονέστερον 182d φαίνεσθαι, οὗ ἅμα καὶ δεινότερος τοῖς ἐχθροῖς φανεῖται διὰ τὴν εὐσχημοσύνην. ἐμοὶ μὲν οὖν, ὦ Λυσίμαχε, ὥσπερ λέγω, δοκεῖ τε χρῆναι διδάσκειν τοὺς νεανίσκους ταῦτα καὶ διʼ ἃ δοκεῖ εἴρηκα· Λάχητος δʼ, εἴ τι παρὰ ταῦτα λέγει, κἂν αὐτὸς ἡδέως ἀκούσαιμι.
And let’s not disdain to mention this, even if it strikes someone as rather minor: it makes a man cut a finer figure, right where a man ought to 182d cut a fine figure, and his fine bearing will also make him look more formidable to the enemy. So in my view, Lysimachus, the young men should be taught this, as I say, and I’ve told you my reasons. But if Laches has anything to say against it, I’d be glad to hear it myself.
Lachesἀλλʼ ἔστι μέν, ὦ Νικία, χαλεπὸν λέγειν περὶ ὁτουοῦν μαθήματος ὡς οὐ χρὴ μανθάνειν· πάντα γὰρ ἐπίστασθαι ἀγαθὸν δοκεῖ εἶναι. καὶ δὴ καὶ τὸ ὁπλιτικὸν τοῦτο, 182e εἰ μέν ἐστιν μάθημα, ὅπερ φασὶν οἱ διδάσκοντες, καὶ οἷον Νικίας λέγει, χρὴ αὐτὸ μανθάνειν· εἰ δʼ ἔστιν μὲν μὴ μάθημα, ἀλλʼ ἐξαπατῶσιν οἱ ὑπισχνούμενοι, ἢ μάθημα μὲν τυγχάνει ὄν, μὴ μέντοι πάνυ σπουδαῖον, τί καὶ δέοι ἂν αὐτὸ μανθάνειν; λέγω δὲ ταῦτα περὶ αὐτοῦ εἰς τάδε ἀποβλέψας, ὅτι οἶμαι ἐγὼ τοῦτο, εἰ τὶ ἦν, οὐκ ἂν λεληθέναι Λακεδαιμονίους, οἷς οὐδὲν ἄλλο μέλει ἐν τῷ βίῳ ἢ τοῦτο ζητεῖν καὶ ἐπιτηδεύειν, 183a ὅτι ἂν μαθόντες καὶ ἐπιτηδεύσαντες πλεονεκτοῖεν τῶν ἄλλων περὶ τὸν πόλεμον.
LachesWell, Nicias, it’s hard to say of any subject at all that it shouldn’t be learned. It seems good to know everything. So with this armor-fighting business: 182e if it is a genuine subject, as those who teach it claim and as Nicias says, it should be learned. But it may not be a real subject, and the people who promise to teach it may be deceiving us. Or it may be a subject, but not a very serious one. In either case, why would anyone need to learn it? I say this about it because of the following. I think that if there were anything to it, it wouldn’t have escaped the Spartans. They care about nothing else in life but seeking out and practicing 183a whatever might give them an edge over others in war, if they learned and practiced it.
εἰ δʼ ἐκείνους λέληθεν, ἀλλʼ οὐ τούτους γε τοὺς διδασκάλους αὐτοῦ λέληθεν αὐτὸ τοῦτο, ὅτι ἐκεῖνοι μάλιστα τῶν Ἑλλήνων σπουδάζουσιν ἐπὶ τοῖς τοιούτοις καὶ ὅτι παρʼ ἐκείνοις ἄν τις τιμηθεὶς εἰς ταῦτα καὶ παρὰ τῶν ἄλλων πλεῖστʼ ἂν ἐργάζοιτο χρήματα, ὥσπερ γε καὶ τραγῳδίας ποιητὴς παρʼ ἡμῖν τιμηθείς. τοιγάρτοι ὃς ἂν οἴηται τραγῳδίαν καλῶς ποιεῖν, οὐκ ἔξωθεν κύκλῳ περὶ τὴν Ἀττικὴν 183b κατὰ τὰς ἄλλας πόλεις ἐπιδεικνύμενος περιέρχεται, ἀλλʼ εὐθὺς δεῦρο φέρεται καὶ τοῖσδʼ ἐπιδείκνυσιν εἰκότως· τοὺς δὲ ἐν ὅπλοις μαχομένους ἐγὼ τούτους ὁρῶ τὴν μὲν Λακεδαίμονα ἡγουμένους εἶναι ἄβατον ἱερὸν καὶ οὐδὲ ἄκρῳ ποδὶ ἐπιβαίνοντας, κύκλῳ δὲ περιιόντας αὐτὴν καὶ πᾶσι μᾶλλον ἐπιδεικνυμένους, καὶ μάλιστα τούτοις οἳ κἂν αὐτοὶ ὁμολογήσειαν πολλοὺς σφῶν προτέρους εἶναι πρὸς τὰ τοῦ πολέμου.
And even if it escaped the Spartans, it certainly hasn’t escaped these teachers of it that the Spartans take such things more seriously than any other Greeks. Nor has it escaped them that anyone honored for this among the Spartans would make the most money from everyone else too, just as a tragic poet does who is honored among us. That’s why anyone who thinks he writes tragedy well doesn’t go traveling around Attica from outside, 183b giving displays in the other cities. He heads straight here and shows his work to the people here, naturally. But these armor-fighters, as far as I can see, regard Sparta as holy ground where no one may tread, and won’t set so much as a tiptoe on it. They go around it in a circle and give their displays to anyone rather than the Spartans. They especially favor people who would admit themselves that many others are ahead of them in matters of war.
ἔπειτα, ὦ Λυσίμαχε, οὐ πάνυ ὀλίγοις ἐγὼ τούτων παραγέγονα ἐν αὐτῷ τῷ ἔργῳ, καὶ ὁρῶ οἷοί εἰσιν. ἔξεστι δὲ καὶ αὐτόθεν ἡμῖν σκέψασθαι. ὥσπερ γὰρ ἐπίτηδες οὐδεὶς πώποτʼ εὐδόκιμος γέγονεν ἐν τῷ πολέμῳ ἀνὴρ τῶν τὰ ὁπλιτικὰ ἐπιτηδευσάντων. καίτοι εἴς γε τἆλλα πάντα ἐκ τούτων οἱ ὀνομαστοὶ γίγνονται, ἐκ τῶν ἐπιτηδευσάντων ἕκαστα· οὗτοι δʼ, ὡς ἔοικε, παρὰ τοὺς ἄλλους οὕτω σφόδρα εἰς τοῦτο δεδυστυχήκασιν. ἐπεὶ καὶ τοῦτον τὸν Στησίλεων, ὃν ὑμεῖς 183d μετʼ ἐμοῦ ἐν τοσούτῳ ὄχλῳ ἐθεάσασθε ἐπιδεικνύμενον καὶ τὰ μεγάλα περὶ αὑτοῦ λέγοντα ἃ ἔλεγεν, ἑτέρωθι ἐγὼ κάλλιον ἐθεασάμην ἐν τῇ ἀληθείᾳ ὡς ἀληθῶς ἐπιδεικνύμενον οὐχ ἑκόντα. προσβαλούσης γὰρ τῆς νεὼς ἐφʼ ᾗ ἐπεβάτευεν πρὸς ὁλκάδα τινά, ἐμάχετο ἔχων δορυδρέπανον, διαφέρον δὴ ὅπλον ἅτε καὶ αὐτὸς τῶν ἄλλων διαφέρων.
Then again, Lysimachus, I’ve been present with quite a few of these men in actual combat, and I see what they’re like. We can also judge from the facts right before us. It’s as if on purpose: not one man who has practiced armor-fighting has ever won distinction in war. And yet in every other field, the famous names come from those who have practiced the thing in question. These men, it seems, have been uniquely unlucky in this respect. Take this Stesilaus, whom you 183d watched with me giving his display in front of that huge crowd and saying all those grand things about himself. I watched him elsewhere giving a finer display, a real one, in which he truly displayed himself, though not by choice. The ship he was serving on as a marine rammed a merchant ship, and he was fighting with a scythe-spear, an exceptional weapon, naturally, for an exceptional man.
τὰ μὲν οὖν ἄλλα οὐκ ἄξια λέγειν περὶ τἀνδρός, τὸ δὲ σόφισμα τὸ τοῦ δρεπάνου 183e τοῦ πρὸς τῇ λόγχῃ οἷον ἀπέβη. μαχομένου γὰρ αὐτοῦ ἐνέσχετό που ἐν τοῖς τῆς νεὼς σκεύεσιν καὶ ἀντελάβετο· εἷλκεν οὖν ὁ Στησίλεως βουλόμενος ἀπολῦσαι, καὶ οὐχ οἷός τʼ ἦν, ἡ δὲ ναῦς τὴν ναῦν παρῄει. τέως μὲν οὖν παρέθει ἐν τῇ νηὶ ἀντεχόμενος τοῦ δόρατος· ἐπεὶ δὲ δὴ παρημείβετο ἡ ναῦς τὴν ναῦν καὶ ἐπέσπα αὐτὸν τοῦ δόρατος ἐχόμενον, 184a ἐφίει τὸ δόρυ διὰ τῆς χειρός, ἕως ἄκρου τοῦ στύρακος ἀντελάβετο.
Nothing else about the man is worth telling, but here is how his clever invention of the scythe 183e on the spear turned out. While he was fighting, it got caught somewhere in the other ship’s rigging and stuck fast. Stesilaus pulled, trying to free it, and couldn’t, and meanwhile the one ship was moving past the other. For a while he ran along the deck of his own ship, hanging on to the spear. But as the ship slid past the other and dragged him along with it, still clinging to the spear, 184a he let the shaft slip through his hand until he was holding on to the very end of the butt.
ἦν δὲ γέλως καὶ κρότος ὑπὸ τῶν ἐκ τῆς ὁλκάδος ἐπί τε τῷ σχήματι αὐτοῦ, καὶ ἐπειδὴ βαλόντος τινὸς λίθῳ παρὰ τοὺς πόδας αὐτοῦ ἐπὶ τὸ κατάστρωμα ἀφίεται τοῦ δόρατος, τότʼ ἤδη καὶ οἱ ἐκ τῆς τριήρους οὐκέτι οἷοί τʼ ἦσαν τὸν γέλωτα κατέχειν, ὁρῶντες αἰωρούμενον ἐκ τῆς ὁλκάδος τὸ δορυδρέπανον ἐκεῖνο. ἴσως μὲν οὖν εἴη ἂν τὶ ταῦτα, ὥσπερ Νικίας λέγει· οἷς δʼ οὖν ἐγὼ ἐντετύχηκα, τοιαῦτʼ 184b ἄττα ἐστίν. ὃ οὖν καὶ ἐξ ἀρχῆς εἶπον, εἴτε οὕτω σμικρὰς ὠφελίας ἔχει μάθημα ὄν, εἴτε μὴ ὂν φασὶ καὶ προσποιοῦνται αὐτὸ εἶναι μάθημα, οὐκ ἄξιον ἐπιχειρεῖν μανθάνειν.
The men on the merchant ship laughed and clapped at the figure he cut. Then someone threw a stone that landed on the deck at his feet, and he let go of the spear. At that point even the men on the trireme couldn’t hold back their laughter anymore, as they watched that scythe-spear of his dangling from the merchant ship. Well, maybe there is something to this, as Nicias says. But in my own experience, this is the sort 184b of thing it amounts to. So, as I said at the start, it may be a subject with such small benefits. Or it may not be a subject at all, and they merely claim and pretend that it is one. Either way, it isn’t worth trying to learn.
καὶ γὰρ οὖν μοι δοκεῖ, εἰ μὲν δειλός τις ὢν οἴοιτο αὐτὸ ἐπίστασθαι, θρασύτερος ἂν διʼ αὐτὸ γενόμενος ἐπιφανέστερος γένοιτο οἷος ἦν, εἰ δὲ ἀνδρεῖος, φυλαττόμενος ἂν ὑπὸ τῶν ἀνθρώπων, εἰ καὶ σμικρὸν ἐξαμάρτοι, μεγάλας ἂν διαβολὰς ἴσχειν· 184c ἐπίφθονος γὰρ ἡ προσποίησις τῆς τοιαύτης ἐπιστήμης, ὥστʼ εἰ μή τι θαυμαστὸν ὅσον διαφέρει τῇ ἀρετῇ τῶν ἄλλων, οὐκ ἔσθʼ ὅπως ἄν τις φύγοι τὸ καταγέλαστος γενέσθαι φάσκων ἔχειν ταύτην τὴν ἐπιστήμην. τοιαύτη τις ἔμοιγε δοκεῖ, ὦ Λυσίμαχε, ἡ περὶ τοῦτο τὸ μάθημα εἶναι σπουδή· χρὴ δʼ ὅπερ σοι ἐξ ἀρχῆς ἔλεγον, καὶ Σωκράτη τόνδε μὴ ἀφιέναι, ἀλλὰ δεῖσθαι συμβουλεύειν ὅπῃ δοκεῖ αὐτῷ περὶ τοῦ προκειμένου.
In fact, it seems to me that if a coward thought he knew it, it would make him more reckless and show more plainly what sort of man he was. And if a brave man thought so, people would watch him closely, and if he made even a small mistake, he’d be badly slandered. 184c Claiming that kind of knowledge invites envy. So unless a man is astonishingly superior to everyone else in excellence, he can’t possibly avoid becoming a laughingstock if he says he has it. That’s how the enthusiasm for this subject looks to me, Lysimachus. But, as I told you at the start, you mustn’t let Socrates here go either. Ask him to give you his advice about the question before us.
Socrates is called in
Asked for a deciding vote, Socrates says such questions are settled by knowledge, not by a majority.
Lysimachusἀλλὰ δέομαι ἔγωγε, ὦ Σώκρατες· καὶ γὰρ ὥσπερ 184d τοῦ ἐπιδιακρινοῦντος δοκεῖ μοι δεῖν ἡμῖν ἡ βουλή. εἰ μὲν γὰρ συνεφερέσθην τώδε, ἧττον ἂν τοῦ τοιούτου ἔδει· νῦν δὲ τὴν ἐναντίαν γάρ, ὡς ὁρᾷς, Λάχης Νικίᾳ ἔθετο, εὖ δὴ ἔχει ἀκοῦσαι καὶ σοῦ ποτέρῳ τοῖν ἀνδροῖν σύμψηφος εἶ.
LysimachusYes, I do ask you, Socrates. Our council seems to me to need, as it were, 184d someone to cast the deciding vote. If these two had agreed, there’d be less need for that sort of thing. But as it is, you see, Laches has voted the opposite way from Nicias. So it would be good to hear from you too which of the two men you’re voting with.
Socratesτί δέ, ὦ Λυσίμαχε; ὁπότερʼ ἂν οἱ πλείους ἐπαινῶσιν ἡμῶν, τούτοις μέλλεις χρῆσθαι;
SocratesWhat’s this, Lysimachus? Are you going to follow whichever side gets the approval of the majority of us?
Lysimachusτί γὰρ ἄν τις καὶ ποιοῖ, ὦ Σώκρατες;
LysimachusWhy, what else could anyone do, Socrates?
Socratesἦ καὶ σύ, ὦ Μελησία, οὕτως ἂν ποιοῖς; κἂν εἴ 184e τις περὶ ἀγωνίας τοῦ ὑέος σοι βουλὴ εἴη τί χρὴ ἀσκεῖν, ἆρα τοῖς πλείοσιν ἂν ἡμῶν πείθοιο, ἢ ʼκείνῳ ὅστις τυγχάνει ὑπὸ παιδοτρίβῃ ἀγαθῷ πεπαιδευμένος καὶ ἠσκηκώς;
SocratesAnd you, Melesias, would you do the same? Suppose 184e you had to decide what your son should practice for an athletic contest. Would you be persuaded by the majority of us, or by whichever of us happened to have been taught and trained by a good trainer?
Socratesαὐτῷ ἄρʼ ἂν μᾶλλον πείθοιο ἢ τέτταρσιν οὖσιν ἡμῖν;
SocratesSo you’d be persuaded by him rather than by the four of us?
Melesiasἴσως.
MelesiasProbably.
Socratesἐπιστήμῃ γὰρ οἶμαι δεῖ κρίνεσθαι ἀλλʼ οὐ πλήθει τὸ μέλλον καλῶς κριθήσεσθαι.
SocratesYes, because I think anything that’s going to be judged well has to be judged by knowledge, not by numbers.
Melesiasπῶς γὰρ οὔ;
MelesiasOf course.
Socratesοὐκοῦν καὶ νῦν χρὴ πρῶτον αὐτὸ τοῦτο σκέψασθαι, 185a εἰ ἔστιν τις ἡμῶν τεχνικὸς περὶ οὗ βουλευόμεθα ἢ οὔ· καὶ εἰ μὲν ἔστιν, ἐκείνῳ πείθεσθαι ἑνὶ ὄντι, τοὺς δʼ ἄλλους ἐᾶν, εἰ δὲ μή, ἄλλον τινὰ ζητεῖν. ἢ περὶ σμικροῦ οἴεσθε νυνὶ κινδυνεύειν καὶ σὺ καὶ Λυσίμαχος ἀλλʼ οὐ περὶ τούτου τοῦ κτήματος ὃ τῶν ὑμετέρων μέγιστον ὂν τυγχάνει; ὑέων γάρ που ἢ χρηστῶν ἢ τἀναντία γενομένων καὶ πᾶς ὁ οἶκος ὁ τοῦ πατρὸς οὕτως οἰκήσεται, ὁποῖοι ἄν τινες οἱ παῖδες γένωνται.
SocratesThen now, too, we must first consider this very question: 185a is any one of us an expert in what we’re deliberating about, or not? If there is one, we must listen to him, even though he’s only one, and let the others be. If not, we must look for someone else. Or do you think it’s some small matter that you and Lysimachus are risking right now? Isn’t it that possession which happens to be the greatest you have? Whether the sons turn out good or the opposite, the father’s whole household will be run accordingly, depending on what sort of people the children become.
Socratesπολλὴν ἄρα δεῖ προμηθίαν αὐτοῦ ἔχειν.
SocratesSo we must take great forethought about it.
Melesiasπάνυ γε.
MelesiasVery much so.
Socratesπῶς οὖν, ὃ ἐγὼ ἄρτι ἔλεγον, ἐσκοποῦμεν ἄν, εἰ ἐβουλόμεθα σκέψασθαι τίς ἡμῶν περὶ ἀγωνίαν τεχνικώτατος; ἆρʼ οὐχ ὁ μαθὼν καὶ ἐπιτηδεύσας, ᾧ καὶ διδάσκαλοι ἀγαθοὶ γεγονότες ἦσαν αὐτοῦ τούτου;
SocratesSo how would we go about it, as I was just saying, if we wanted to find out which of us is the greatest expert in athletic contests? Wouldn’t it be the one who had learned and practiced it, and who had also had good teachers of that very thing?
Melesiasἔμοιγε δοκεῖ.
MelesiasI think so.
Socratesοὐκοῦν ἔτι πρότερον, τίνος ὄντος τούτου οὗ ζητοῦμεν τοὺς διδασκάλους;
SocratesAnd even before that, shouldn’t we ask what this thing is that we’re looking for teachers of?
Melesiasπῶς λέγεις;
MelesiasWhat do you mean?
Socratesὧδε ἴσως μᾶλλον κατάδηλον ἔσται. οὔ μοι δοκεῖ ἐξ ἀρχῆς ἡμῖν ὡμολογῆσθαι τί ποτʼ ἔστιν περὶ οὗ βουλευόμεθα καὶ σκεπτόμεθα, ὅστις ἡμῶν τεχνικὸς καὶ τούτου 185c ἕνεκα διδασκάλους ἐκτήσατο, καὶ ὅστις μή.
SocratesMaybe it’ll be clearer this way. I don’t think we agreed at the start on what exactly it is that we’re deliberating and inquiring about, when we ask which of us is an expert and has acquired teachers 185c for that purpose, and which of us isn’t.
Niciasοὐ γάρ, ὦ Σώκρατες, περὶ τοῦ ἐν ὅπλοις μάχεσθαι σκοποῦμεν, εἴτε χρὴ αὐτὸ τοὺς νεανίσκους μανθάνειν εἴτε μή;
NiciasBut Socrates, aren’t we considering fighting in armor, and whether the young men should learn it or not?
Socratesπάνυ μὲν οὖν, ὦ Νικία. ἀλλʼ ὅταν περὶ φαρμάκου τίς του πρὸς ὀφθαλμοὺς σκοπῆται, εἴτε χρὴ αὐτὸ ὑπαλείφεσθαι εἴτε μή, πότερον οἴει τότε εἶναι τὴν βουλὴν περὶ τοῦ φαρμάκου ἢ περὶ τῶν ὀφθαλμῶν;
SocratesCertainly, Nicias. But when someone is considering a medicine for the eyes, and whether he should apply it or not, do you think his deliberation is then about the medicine or about the eyes?
Niciasπερὶ τῶν ὀφθαλμῶν.
NiciasAbout the eyes.
Socratesοὐκοῦν καὶ ὅταν ἵππῳ χαλινὸν σκοπῆταί τις εἰ προσοιστέον ἢ μή, καὶ ὁπότε, τότε που περὶ τοῦ ἵππου βουλεύεται ἀλλʼ οὐ περὶ τοῦ χαλινοῦ;
SocratesAnd when someone considers whether a bridle should be put on a horse or not, and when, then presumably he’s deliberating about the horse and not about the bridle?
Niciasἀληθῆ.
NiciasTrue.
Socratesοὐκοῦν ἑνὶ λόγῳ, ὅταν τίς τι ἕνεκά του σκοπῇ, περὶ ἐκείνου ἡ βουλὴ τυγχάνει οὖσα οὗ ἕνεκα ἐσκόπει, ἀλλʼ οὐ περὶ τοῦ ὃ ἕνεκα ἄλλου ἐζήτει.
SocratesIn a word, then, when someone considers one thing for the sake of another, his deliberation is about the thing for whose sake he was considering it. It isn’t about the thing he was looking into for the sake of something else.
Niciasἀνάγκη.
NiciasNecessarily.
Socratesδεῖ ἄρα καὶ τὸν σύμβουλον σκοπεῖν ἆρα τεχνικός ἐστιν εἰς ἐκείνου θεραπείαν, οὗ ἕνεκα σκοπούμενοι σκοποῦμεν.
SocratesSo we must also consider whether our adviser is an expert in caring for that thing, the one for whose sake we’re conducting our inquiry.
Niciasπάνυ γε.
NiciasCertainly.
Socratesοὐκοῦν νῦν φαμεν περὶ μαθήματος σκοπεῖν τῆς ψυχῆς ἕνεκα τῆς τῶν νεανίσκων;
SocratesNow, aren’t we saying that we’re considering a subject of learning for the sake of the young men’s souls?
Niciasναί.
NiciasYes.
Socratesεἴ τις ἄρα ἡμῶν τεχνικὸς περὶ ψυχῆς θεραπείαν καὶ οἷός τε καλῶς τοῦτο θεραπεῦσαι, καὶ ὅτῳ διδάσκαλοι ἀγαθοὶ γεγόνασιν, τοῦτο σκεπτέον.
SocratesThen this is what we must consider: whether any of us is an expert in the care of the soul, able to care for it well, and has had good teachers.
Lachesτί δέ, ὦ Σώκρατες; οὔπω ἑώρακας ἄνευ διδασκάλων τεχνικωτέρους γεγονότας εἰς ἔνια ἢ μετὰ διδασκάλων;
LachesWhat, Socrates? Haven’t you ever seen people who became more expert in some things without teachers than with them?
Socratesἔγωγε, ὦ Λάχης· οἷς γε σὺ οὐκ ἂν ἐθέλοις πιστεῦσαι, εἰ φαῖεν ἀγαθοὶ εἶναι δημιουργοί, εἰ μή τί σοι τῆς αὑτῶν τέχνης ἔργον ἔχοιεν ἐπιδεῖξαι εὖ εἰργασμένον, καὶ ἓν καὶ πλείω.
SocratesI have, Laches. But you wouldn’t be willing to trust them if they claimed to be good craftsmen. Not unless they could show you some well-executed product of their craft, one or more.
Socratesκαὶ ἡμᾶς ἄρα δεῖ, ὦ Λάχης τε καὶ Νικία—ἐπειδὴ Λυσίμαχος καὶ Μελησίας εἰς συμβουλὴν παρεκαλεσάτην ἡμᾶς περὶ τοῖν ὑέοιν, προθυμούμενοι αὐτοῖν ὅτι ἀρίστας γενέσθαι τὰς ψυχάς—εἰ μέν φαμεν ἔχειν, ἐπιδεῖξαι αὐτοῖς καὶ διδασκάλους οἵτινες ἡμῶν γεγόνασιν αὐτοὶ πρῶτον ἀγαθοὶ ὄντες καὶ πολλῶν νέων τεθεραπευκότες ψυχὰς ἔπειτα 186b καὶ ἡμᾶς διδάξαντες φαίνονται· ἢ εἴ τις ἡμῶν αὐτῶν ἑαυτῷ διδάσκαλον μὲν οὔ φησι γεγονέναι, ἀλλʼ οὖν ἔργα αὐτὸν αὑτοῦ ἔχειν εἰπεῖν καὶ ἐπιδεῖξαι τίνες Ἀθηναίων ἢ τῶν ξένων, ἢ δοῦλοι ἢ ἐλεύθεροι, διʼ ἐκεῖνον ὁμολογουμένως ἀγαθοὶ γεγόνασιν· εἰ δὲ μηδὲν ἡμῖν τούτων ὑπάρχει, ἄλλους κελεύειν ζητεῖν καὶ μὴ ἐν ἑταίρων ἀνδρῶν ὑέσιν κινδυνεύειν διαφθείροντας τὴν μεγίστην αἰτίαν ἔχειν ὑπὸ τῶν οἰκειοτάτων.
SocratesSo we ought to do the same, Laches and Nicias. Lysimachus and Melesias have called us in to advise them about their two sons, because they’re eager for the boys’ souls to become as good as possible. If we say we have teachers, we should point them out: teachers who were good themselves to begin with, who have cared for the souls of many young men, and who then 186b clearly taught us as well. Or if one of us says he never had a teacher himself, he should at least be able to tell of his own works and point to people, Athenians or foreigners, slaves or free, who by common agreement have become good because of him. And if we have none of this to show, we should tell them to look elsewhere, and not risk corrupting the sons of our friends and so earning the gravest blame from those closest to us.
ἐγὼ μὲν οὖν, ὦ Λυσίμαχέ τε καὶ Μελησία, πρῶτος 186c περὶ ἐμαυτοῦ λέγω ὅτι διδάσκαλός μοι οὐ γέγονε τούτου πέρι. καίτοι ἐπιθυμῶ γε τοῦ πράγματος ἐκ νέου ἀρξάμενος. ἀλλὰ τοῖς μὲν σοφισταῖς οὐκ ἔχω τελεῖν μισθούς, οἵπερ μόνοι ἐπηγγέλλοντό με οἷοί τʼ εἶναι ποιῆσαι καλόν τε κἀγαθόν· αὐτὸς δʼ αὖ εὑρεῖν τὴν τέχνην ἀδυνατῶ ἔτι νυνί. εἰ δὲ Νικίας ἢ Λάχης ηὕρηκεν ἢ μεμάθηκεν, οὐκ ἂν θαυμάσαιμι· καὶ γὰρ χρήμασιν ἐμοῦ δυνατώτεροι, ὥστε μαθεῖν παρʼ ἄλλων, καὶ ἅμα πρεσβύτεροι, ὥστε ἤδη ηὑρηκέναι. δοκοῦσι 186d δή μοι δυνατοὶ εἶναι παιδεῦσαι ἄνθρωπον· οὐ γὰρ ἄν ποτε ἀδεῶς ἀπεφαίνοντο περὶ ἐπιτηδευμάτων νέῳ χρηστῶν τε καὶ πονηρῶν, εἰ μὴ αὑτοῖς ἐπίστευον ἱκανῶς εἰδέναι. τὰ μὲν οὖν ἄλλα ἔγωγε τούτοις πιστεύω· ὅτι δὲ διαφέρεσθον ἀλλήλοιν, ἐθαύμασα.
As for me, Lysimachus and Melesias, I’ll be the first to 186c admit that I’ve never had a teacher in this. And yet I’ve longed for it ever since I was young. But I can’t pay the fees of the sophists, who were the only ones claiming they could make me a fine and good man, and I still can’t discover the art on my own, even now. If Nicias or Laches has discovered it or learned it, I wouldn’t be surprised. They have more money than I do, so they could learn it from others, and they’re also older, so they may have discovered it by now. They do 186d seem to me capable of educating a person. They’d never declare so fearlessly which pursuits are good for a young man and which are bad unless they were confident they knew enough. In everything else, then, I trust them. But I was surprised that the two of them disagree with each other.
τοῦτο οὖν σου ἐγὼ ἀντιδέομαι, ὦ Λυσίμαχε· καθάπερ ἄρτι Λάχης μὴ ἀφίεσθαί σε ἐμοῦ διεκελεύετο ἀλλὰ ἐρωτᾶν, καὶ ἐγὼ νῦν παρακελεύομαί σοι μὴ ἀφίεσθαι Λάχητος μηδὲ Νικίου, ἀλλʼ ἐρωτᾶν λέγοντα ὅτι ὁ μὲν Σωκράτης οὔ 186e φησιν ἐπαΐειν περὶ τοῦ πράγματος οὐδʼ ἱκανὸς εἶναι διακρῖναι ὁπότερος ὑμῶν ἀληθῆ λέγει—οὔτε γὰρ εὑρετὴς οὔτε μαθητὴς οὐδενὸς περὶ τῶν τοιούτων γεγονέναι— σὺ δʼ, ὦ Λάχης καὶ Νικία, εἴπετον ἡμῖν ἑκάτερος τίνι δὴ δεινοτάτῳ συγγεγόνατον περὶ τῆς τῶν νέων τροφῆς, καὶ πότερα μαθόντε παρά του ἐπίστασθον ἢ αὐτὼ ἐξευρόντε, καὶ εἰ μὲν μαθόντε, 187a τίς ὁ διδάσκαλος ἑκατέρῳ καὶ τίνες ἄλλοι ὁμότεχνοι αὐτοῖς, ἵνʼ, ἂν μὴ ὑμῖν σχολὴ ᾖ ὑπὸ τῶν τῆς πόλεως πραγμάτων, ἐπʼ ἐκείνους ἴωμεν καὶ πείθωμεν ἢ δώροις ἢ χάρισιν ἢ ἀμφότερα ἐπιμεληθῆναι καὶ τῶν ἡμετέρων καὶ τῶν ὑμετέρων παίδων, ὅπως μὴ καταισχύνωσι τοὺς αὑτῶν προγόνους φαῦλοι γενόμενοι· εἰ δʼ αὐτοὶ εὑρεταὶ γεγονότε τοῦ τοιούτου, δότε παράδειγμα τίνων ἤδη ἄλλων ἐπιμεληθέντες ἐκ φαύλων καλούς τε κἀγαθοὺς ἐποιήσατε.
So I’m asking you a favor in return, Lysimachus. Just now Laches urged you not to let me go but to question me. Now I’m urging you not to let Laches or Nicias go, but to question them. Say to them: “Socrates says 186e he doesn’t understand the matter, and isn’t competent to judge which of you is telling the truth, since he’s never discovered anything of this sort or been anyone’s student in it. But you, Laches and Nicias, each tell us: who is the most skilled person you’ve spent time with on the upbringing of the young? Do you know about it because you learned it from someone, or because you found it out yourselves? If you learned it, 187a who was each of your teachers, and who else practices the same art? That way, if the city’s business leaves you no time, we can go to them and persuade them, with gifts or favors or both, to look after our children and yours, so that the boys don’t turn out worthless and shame their ancestors. And if you discovered this sort of thing yourselves, give us an example: whom have you already taken in hand and turned from worthless into fine and good?
εἰ γὰρ νῦν πρῶτον ἄρξεσθε 187b παιδεύειν, σκοπεῖν χρὴ μὴ οὐκ ἐν τῷ Καρὶ ὑμῖν ὁ κίνδυνος κινδυνεύηται, ἀλλʼ ἐν τοῖς ὑέσι τε καὶ ἐν τοῖς τῶν φίλων παισί, καὶ ἀτεχνῶς τὸ λεγόμενον κατὰ τὴν παροιμίαν ὑμῖν συμβαίνῃ ἐν πίθῳ ἡ κεραμεία γιγνομένη. λέγετε οὖν τί τούτων ἢ φατὲ ὑμῖν ὑπάρχειν τε καὶ προσήκειν ἢ οὔ φατε. ταῦτʼ, ὦ Λυσίμαχε, παρʼ αὐτῶν πυνθάνου τε καὶ μὴ μεθίει τοὺς ἄνδρας.
“Because if you’re only now going to start 187b educating, you need to watch out that the risk you’re running isn’t on a Carian but on your own sons and your friends’ children, and that the proverb doesn’t come true for you exactly as it says, ‘learning pottery on a wine jar.’ So tell us which of these things you claim to have and to be qualified for, and which you don’t.” Find these things out from them, Lysimachus, and don’t let the men off.
Lysimachusκαλῶς μὲν ἔμοιγε δοκεῖ, ὦ ἄνδρες, Σωκράτης λέγειν· 187c εἰ δὲ βουλομένοις ὑμῖν ἐστι περὶ τῶν τοιούτων ἐρωτᾶσθαί τε καὶ διδόναι λόγον, αὐτοὺς δὴ χρὴ γιγνώσκειν, ὦ Νικία τε καὶ Λάχης. ἐμοὶ μὲν γὰρ καὶ Μελησίᾳ τῷδε δῆλον ὅτι ἡδομένοις ἂν εἴη εἰ πάντα ἃ Σωκράτης ἐρωτᾷ ἐθέλοιτε λόγῳ διεξιέναι· καὶ γὰρ ἐξ ἀρχῆς ἐντεῦθεν ἠρχόμην λέγων, ὅτι εἰς συμβουλὴν διὰ ταῦτα ὑμᾶς παρακαλέσαιμεν, ὅτι μεμεληκέναι ὑμῖν ἡγούμεθα, ὡς εἰκός, περὶ τῶν τοιούτων, καὶ ἄλλως καὶ ἐπειδὴ οἱ παῖδες ὑμῖν ὀλίγου ὥσπερ οἱ ἡμέτεροι ἡλικίαν 187d ἔχουσι παιδεύεσθαι. εἰ οὖν ὑμῖν μή τι διαφέρει, εἴπατε καὶ κοινῇ μετὰ Σωκράτους σκέψασθε, διδόντες τε καὶ δεχόμενοι λόγον παρʼ ἀλλήλων· εὖ γὰρ καὶ τοῦτο λέγει ὅδε, ὅτι περὶ τοῦ μεγίστου νῦν βουλευόμεθα τῶν ἡμετέρων.
LysimachusGentlemen, I think Socrates is speaking well. 187c But whether you’re willing to be questioned about such things and give an account of yourselves is for you to decide, Nicias and Laches. For Melesias here and me, it would obviously be a pleasure if you’d agree to talk through everything Socrates asks. In fact, that’s where I began at the start. I told you we’d called you in for advice because we assumed you’d naturally given thought to such matters, especially since your boys, like ours, are almost old enough 187d to be educated. So if you don’t mind, speak up and look into it together with Socrates, giving and receiving accounts from one another. He’s right about this too, that we’re deliberating now about the most important of our concerns.
What talking with Socrates is like
Nicias warns that talk with Socrates turns to one’s own life; Laches welcomes it from a man of deeds.
Niciasὦ Λυσίμαχε, δοκεῖς μοι ὡς ἀληθῶς Σωκράτη πατρόθεν γιγνώσκειν μόνον, αὐτῷ δʼ οὐ συγγεγονέναι ἀλλʼ ἢ 187e παιδὶ ὄντι, εἴ που ἐν τοῖς δημόταις μετὰ τοῦ πατρὸς ἀκολουθῶν ἐπλησίασέν σοι ἢ ἐν ἱερῷ ἢ ἐν ἄλλῳ τῳ συλλόγῳ τῶν δημοτῶν· ἐπειδὴ δὲ πρεσβύτερος γέγονεν, οὐκ ἐντετυχηκὼς τῷ ἀνδρὶ δῆλος ἔτι εἶ.
NiciasLysimachus, it really seems to me that you know Socrates only through his father, and haven’t had anything to do with him except 187e as a child, when he may have tagged along with his father and come up to you among your fellow demesmen, at a temple or some other gathering of the deme. Clearly you haven’t yet met the man since he’s grown up.
Niciasοὔ μοι δοκεῖς εἰδέναι ὅτι ὃς ἂν ἐγγύτατα Σωκράτους ᾖ λόγῳ ὥσπερ γένει καὶ πλησιάζῃ διαλεγόμενος, ἀνάγκη αὐτῷ, ἐὰν ἄρα καὶ περὶ ἄλλου του πρότερον ἄρξηται διαλέγεσθαι, μὴ παύεσθαι ὑπὸ τούτου περιαγόμενον τῷ λόγῳ, πρὶν ἂν ἐμπέσῃ εἰς τὸ διδόναι περὶ αὑτοῦ λόγον, ὅντινα 188a τρόπον νῦν τε ζῇ καὶ ὅντινα τὸν παρεληλυθότα βίον βεβίωκεν· ἐπειδὰν δʼ ἐμπέσῃ, ὅτι οὐ πρότερον αὐτὸν ἀφήσει Σωκράτης, πρὶν ἂν βασανίσῃ ταῦτα εὖ τε καὶ καλῶς ἅπαντα.
NiciasYou don’t seem to know that anyone who gets as close to Socrates in discussion as a relative is by birth, and keeps company with him in conversation, is bound to be led around by his argument without stopping, even if he starts out talking about something else, until he finds himself giving an account of himself: the way 188a he lives now and the way he has lived his life up to now. And once he’s fallen into that, Socrates won’t let him go until he has tested every bit of it thoroughly.
ἐγὼ δὲ συνήθης τέ εἰμι τῷδε καὶ οἶδʼ ὅτι ἀνάγκη ὑπὸ τούτου πάσχειν ταῦτα, καὶ ἔτι γε αὐτὸς ὅτι πείσομαι ταῦτα εὖ οἶδα· χαίρω γάρ, ὦ Λυσίμαχε, τῷ ἀνδρὶ πλησιάζων, καὶ οὐδὲν οἶμαι κακὸν εἶναι τὸ ὑπομιμνῄσκεσθαι ὅτι μὴ καλῶς ἢ πεποιήκαμεν 188b ἢ ποιοῦμεν, ἀλλʼ εἰς τὸν ἔπειτα βίον προμηθέστερον ἀνάγκη εἶναι τὸν ταῦτα μὴ φεύγοντα ἀλλʼ ἐθέλοντα κατὰ τὸ τοῦ Σόλωνος καὶ ἀξιοῦντα μανθάνειν ἕωσπερ ἂν ζῇ, καὶ μὴ οἰόμενον αὐτῷ τὸ γῆρας νοῦν ἔχον προσιέναι. ἐμοὶ μὲν οὖν οὐδὲν ἄηθες οὐδʼ αὖ ἀηδὲς ὑπὸ Σωκράτους βασανίζεσθαι, ἀλλὰ καὶ πάλαι σχεδόν τι ἠπιστάμην ὅτι οὐ περὶ τῶν μειρακίων ἡμῖν ὁ λόγος ἔσοιτο Σωκράτους παρόντος, ἀλλὰ περὶ 188c ἡμῶν αὐτῶν.
I’m used to him, and I know that this is what you have to put up with from him, and I know perfectly well I’ll get the same treatment myself. I enjoy his company, Lysimachus, and I don’t think there’s any harm in being reminded of what we have done 188b or are doing wrong. A man who doesn’t run away from this is bound to be more careful in the rest of his life, if he’s willing, as Solon says, and thinks it right to keep learning as long as he lives, and doesn’t suppose that old age will bring him good sense all by itself. So for me there’s nothing unusual or unpleasant in being tested by Socrates. In fact, I pretty much knew long ago that with Socrates here the discussion wouldn’t be about the boys but about 188c us.
ὅπερ οὖν λέγω, τὸ μὲν ἐμὸν οὐδὲν κωλύει Σωκράτει συνδιατρίβειν ὅπως οὗτος βούλεται· Λάχητα δὲ τόνδε ὅρα ὅπως ἔχει περὶ τοῦ τοιούτου.
So, as I say, as far as I’m concerned nothing stops us from spending time with Socrates however he likes. But see how Laches here feels about this sort of thing.
Lachesἁπλοῦν τό γʼ ἐμόν, ὦ Νικία, περὶ λόγων ἐστίν, εἰ δὲ βούλει, οὐχ ἁπλοῦν ἀλλὰ διπλοῦν· καὶ γὰρ ἂν δόξαιμί τῳ φιλόλογος εἶναι καὶ αὖ μισόλογος. ὅταν μὲν γὰρ ἀκούω ἀνδρὸς περὶ ἀρετῆς διαλεγομένου ἢ περί τινος σοφίας ὡς ἀληθῶς ὄντος ἀνδρὸς καὶ ἀξίου τῶν λόγων ὧν λέγει, 188d χαίρω ὑπερφυῶς, θεώμενος ἅμα τόν τε λέγοντα καὶ τὰ λεγόμενα ὅτι πρέποντα ἀλλήλοις καὶ ἁρμόττοντά ἐστι. καὶ κομιδῇ μοι δοκεῖ μουσικὸς ὁ τοιοῦτος εἶναι, ἁρμονίαν καλλίστην ἡρμοσμένος οὐ λύραν οὐδὲ παιδιᾶς ὄργανα, ἀλλὰ τῷ ὄντι ζῆν ἡρμοσμένος οὗ αὐτὸς αὑτοῦ τὸν βίον σύμφωνον τοῖς λόγοις πρὸς τὰ ἔργα, ἀτεχνῶς δωριστὶ ἀλλʼ οὐκ ἰαστί, οἴομαι δὲ οὐδὲ φρυγιστὶ οὐδὲ λυδιστί, ἀλλʼ ἥπερ μόνη Ἑλληνική ἐστιν ἁρμονία.
LachesMy attitude to discussions is simple, Nicias, or, if you like, not simple but double. I might seem to some people to love discussion and also to hate it. When I hear a man discussing excellence or some kind of wisdom, a man who’s really a man and worthy of the words he speaks, 188d I’m wonderfully delighted, as I watch the speaker and what he says together and see how they fit and suit each other. A man like that seems to me a true musician. He has tuned himself to the finest harmony, not on a lyre or some instrument for amusement. He has really tuned his own life so that his words are in concord with his deeds, purely in the Dorian mode, not the Ionian, nor, I think, the Phrygian or Lydian, but the one mode that is truly Greek.
ὁ μὲν οὖν τοιοῦτος χαίρειν με ποιεῖ 188e φθεγγόμενος καὶ δοκεῖν ὁτῳοῦν φιλόλογον εἶναι—οὕτω σφόδρα ἀποδέχομαι παρʼ αὐτοῦ τὰ λεγόμενα—ὁ δὲ τἀναντία τούτου πράττων λυπεῖ με, ὅσῳ ἂν δοκῇ ἄμεινον λέγειν, τοσούτῳ μᾶλλον, καὶ ποιεῖ αὖ δοκεῖν εἶναι μισόλογον. Σωκράτους δʼ ἐγὼ τῶν μὲν λόγων οὐκ ἔμπειρός εἰμι, ἀλλὰ πρότερον, ὡς ἔοικε, τῶν ἔργων ἐπειράθην, καὶ ἐκεῖ αὐτὸν 189a ηὗρον ἄξιον ὄντα λόγων καλῶν καὶ πάσης παρρησίας. εἰ οὖν καὶ τοῦτο ἔχει, συμβούλομαι τἀνδρί, καὶ ἥδιστʼ ἂν ἐξεταζοίμην ὑπὸ τοῦ τοιούτου, καὶ οὐκ ἂν ἀχθοίμην μανθάνων, ἀλλὰ καὶ ἐγὼ τῷ Σόλωνι, ἓν μόνον προσλαβών, συγχωρῶ· γηράσκων γὰρ πολλὰ διδάσκεσθαι ἐθέλω ὑπὸ χρηστῶν μόνον.
When a man like that speaks, he delights me 188e and makes me seem to anyone a lover of discussion, so eagerly do I take in what he says. But a man who does the opposite pains me, and the better he seems to speak, the more he pains me, and then he makes me seem a hater of discussion. Now I have no experience of Socrates’ words, but before that, it seems, I had experience of his deeds, and there 189a I found him worthy of fine words and of complete frankness. So if he has this too, I’m with him, and I’d be very glad to be examined by a man like that, and I wouldn’t resent learning. I too agree with Solon, with just one addition: as I grow old I’m willing to be taught many things, but only by good men.
τοῦτο γάρ μοι συγχωρείτω, ἀγαθὸν καὶ αὐτὸν εἶναι τὸν διδάσκαλον, ἵνα μὴ δυσμαθὴς φαίνωμαι ἀηδῶς μανθάνων· εἰ δὲ νεώτερος ὁ διδάσκων ἔσται ἢ μήπω ἐν δόξῃ ὢν ἤ τι 189b ἄλλο τῶν τοιούτων ἔχων, οὐδέν μοι μέλει. σοὶ οὖν, ὦ Σώκρατες, ἐγὼ ἐπαγγέλλομαι καὶ διδάσκειν καὶ ἐλέγχειν ἐμὲ ὅτι ἂν βούλῃ, καὶ μανθάνειν γε ὅτι αὖ ἐγὼ οἶδα· οὕτω σὺ παρʼ ἐμοὶ διάκεισαι ἀπʼ ἐκείνης τῆς ἡμέρας ᾗ μετʼ ἐμοῦ συνδιεκινδύνευσας καὶ ἔδωκας σαυτοῦ πεῖραν ἀρετῆς ἣν χρὴ διδόναι τὸν μέλλοντα δικαίως δώσειν. λέγʼ οὖν ὅτι σοι φίλον, μηδὲν τὴν ἡμετέραν ἡλικίαν ὑπόλογον ποιούμενος.
Let him grant me this much, that the teacher himself be good, so I don’t look like a slow learner because I learn reluctantly. Whether the teacher is younger, or not yet well known, or has 189b anything else of that sort, doesn’t matter to me at all. So I offer myself to you, Socrates: teach me and refute me however you like, and learn, in turn, whatever I know. That’s how I’ve felt about you ever since that day when you shared the danger with me and gave proof of your excellence, the kind of proof anyone must give who means to give it rightly. So say whatever you like, and don’t let our age count against us at all.
Socratesοὐ τὰ ὑμέτερα, ὡς ἔοικεν, αἰτιασόμεθα μὴ οὐχ ἕτοιμα εἶναι καὶ συμβουλεύειν καὶ συσκοπεῖν.
SocratesIt looks as if we won’t be able to complain that you aren’t ready to give advice and to join in the inquiry.
Lysimachusἀλλʼ ἡμέτερον δὴ ἔργον, ὦ Σώκρατες—ἕνα γάρ σε ἔγωγε ἡμῶν τίθημι—σκόπει οὖν ἀντʼ ἐμοῦ ὑπὲρ τῶν νεανίσκων ὅτι δεόμεθα παρὰ τῶνδε πυνθάνεσθαι, καὶ συμβούλευε διαλεγόμενος τούτοις. ἐγὼ μὲν γὰρ καὶ ἐπιλανθάνομαι ἤδη τὰ πολλὰ διὰ τὴν ἡλικίαν ὧν ἂν διανοηθῶ ἐρέσθαι καὶ αὖ ἃ ἂν ἀκούσω· ἐὰν δὲ μεταξὺ ἄλλοι λόγοι γένωνται, οὐ πάνυ 189d μέμνημαι. ὑμεῖς οὖν λέγετε καὶ διέξιτε πρὸς ὑμᾶς αὐτοὺς περὶ ὧν προυθέμεθα· ἐγὼ δʼ ἀκούσομαι καὶ ἀκούσας αὖ μετὰ Μελησίου τοῦδε ποιήσω τοῦτο ὅτι ἂν καὶ ὑμῖν δοκῇ.
LysimachusWell, it’s our job, Socrates, since I count you as one of us. So look into it for me, on the young men’s behalf: what we need to find out from these two. Talk with them and give us your advice. Because of my age I now forget most of what I mean to ask, and what I hear, too. And if other talk comes up in between, I hardly 189d remember anything. So you all speak and go through among yourselves the question we’ve set. I’ll listen, and once I’ve listened, I’ll do whatever you think best, together with Melesias here.
What is courage?
To know how to make the boys good, they must first say what one part of excellence, courage, is.
Socratesπειστέον, ὦ Νικία τε καὶ Λάχης, Λυσιμάχῳ καὶ Μελησίᾳ. ἃ μὲν οὖν νυνδὴ ἐπεχειρήσαμεν σκοπεῖν, τίνες οἱ διδάσκαλοι ἡμῖν τῆς τοιαύτης παιδείας γεγόνασιν ἢ τίνας ἄλλους βελτίους πεποιήκαμεν, ἴσως μὲν οὐ κακῶς εἶχεν 189e ἐξετάζειν καὶ τὰ τοιαῦτα ἡμᾶς αὐτούς· ἀλλʼ οἶμαι καὶ ἡ τοιάδε σκέψις εἰς ταὐτὸν φέρει, σχεδὸν δέ τι καὶ μᾶλλον ἐξ ἀρχῆς εἴη ἄν. εἰ γὰρ τυγχάνομεν ἐπιστάμενοι ὁτουοῦν πέρι ὅτι παραγενόμενόν τῳ βέλτιον ποιεῖ ἐκεῖνο ᾧ παρεγένετο, καὶ προσέτι οἷοί τέ ἐσμεν αὐτὸ ποιεῖν παραγίγνεσθαι ἐκείνῳ, δῆλον ὅτι αὐτό γε ἴσμεν τοῦτο οὗ πέρι σύμβουλοι ἂν γενοίμεθα ὡς ἄν τις αὐτὸ ῥᾷστα καὶ ἄριστʼ ἂν κτήσαιτο. ἴσως οὖν οὐ μανθάνετέ μου ὅτι λέγω, ἀλλʼ ὧδε ῥᾷον μαθήσεσθε.
SocratesWe have to do as Lysimachus and Melesias say, Nicias and Laches. Now the questions we were just trying to look into, who our teachers in this kind of education have been and whom else we’ve made better, perhaps it wasn’t a bad idea 189e to examine ourselves on things like that. But I think another kind of inquiry leads to the same point, and might even start a little closer to the beginning. Suppose we happen to know about something, whatever it is, that when it’s added to another thing it makes that thing better, and suppose we’re also able to make it be added. Then clearly we know the thing itself on which we could advise people about how to acquire it most easily and best. Perhaps you don’t understand what I mean. You’ll understand more easily this way.
εἰ τυγχάνομεν ἐπιστάμενοι ὅτι ὄψις παραγενομένη ὀφθαλμοῖς βελτίους ποιεῖ ἐκείνους οἷς παρεγένετο, καὶ προσέτι οἷοί τʼ ἐσμὲν ποιεῖν αὐτὴν παραγίγνεσθαι ὄμμασι, δῆλον ὅτι ὄψιν γε ἴσμεν αὐτὴν ὅτι ποτʼ ἔστιν, ἧς πέρι σύμβουλοι ἂν γενοίμεθα ὡς ἄν τις αὐτὴν ῥᾷστα καὶ ἄριστα κτήσαιτο. εἰ γὰρ μηδʼ αὐτὸ τοῦτο εἰδεῖμεν, ὅτι ποτʼ ἔστιν ὄψις ἢ ὅτι ἔστιν ἀκοή, σχολῇ ἂν σύμβουλοί γε ἄξιοι λόγου γενοίμεθα καὶ ἰατροὶ ἢ περὶ ὀφθαλμῶν ἢ περὶ ὤτων, ὅντινα τρόπον 190b ἀκοὴν ἢ ὄψιν κάλλιστʼ ἂν κτήσαιτό τις.
Suppose we happen to know that sight, when it’s added to eyes, makes better the eyes it’s added to, and suppose we’re also able to make it be added to eyes. Then clearly we know what sight itself is, and we could advise people about how to acquire it most easily and best. But if we didn’t know even this, what sight is or what hearing is, we’d hardly be advisers worth listening to, or doctors of the eyes or ears, on how 190b someone could best acquire hearing or sight.
Socratesοὐκοῦν, ὦ Λάχης, καὶ νῦν ἡμᾶς τώδε παρακαλεῖτον εἰς συμβουλήν, τίνʼ ἂν τρόπον τοῖς ὑέσιν αὐτῶν ἀρετὴ παραγενομένη ταῖς ψυχαῖς ἀμείνους ποιήσειε;
SocratesAnd now, Laches, aren’t these two calling us in to advise them how excellence might be added to their sons’ souls and make them better?
Lachesπάνυ γε.
LachesCertainly.
Socratesἆρʼ οὖν ἡμῖν τοῦτό γʼ ὑπάρχειν δεῖ, τὸ εἰδέναι ὅτι ποτʼ ἔστιν ἀρετή; εἰ γάρ που μηδʼ ἀρετὴν εἰδεῖμεν τὸ παράπαν ὅτι ποτε τυγχάνει ὄν, τίνʼ ἂν τρόπον τούτου 190c σύμβουλοι γενοίμεθʼ ἂν ὁτῳοῦν, ὅπως ἂν αὐτὸ κάλλιστα κτήσαιτο;
SocratesThen don’t we need to have this at least, a knowledge of what excellence is? If we didn’t know at all what excellence actually is, how could we 190c advise anyone about how best to acquire it?
Socratesφαμὲν ἄρα, ὦ Λάχης, εἰδέναι αὐτὸ ὅτι ἔστιν.
SocratesThen we claim, Laches, to know what it is.
Lachesφαμὲν μέντοι.
LachesYes, we do claim that.
Socratesοὐκοῦν ὅ γε ἴσμεν, κἂν εἴποιμεν δήπου τί ἐστιν.
SocratesAnd if we know something, surely we can also say what it is.
Lachesπῶς γὰρ οὔ;
LachesOf course.
Socratesμὴ τοίνυν, ὦ ἄριστε, περὶ ὅλης ἀρετῆς εὐθέως σκοπώμεθα—πλέον γὰρ ἴσως ἔργον—ἀλλὰ μέρους τινὸς πέρι πρῶτον ἴδωμεν εἰ ἱκανῶς ἔχομεν πρὸς τὸ εἰδέναι· καὶ 190d ἡμῖν, ὡς τὸ εἰκός, ῥᾴων ἡ σκέψις ἔσται.
SocratesThen let’s not look at the whole of excellence straight away, my friend, since that might be too big a job. Let’s first take some part of it and see whether we’re in a position to know it. That way, 190d most likely, the inquiry will be easier for us.
Lachesἀλλʼ οὕτω ποιῶμεν, ὦ Σώκρατες, ὡς σὺ βούλει.
LachesAll right, Socrates, let’s do it the way you want.
Socratesτί οὖν ἂν προελοίμεθα τῶν τῆς ἀρετῆς μερῶν; ἢ δῆλον δὴ ὅτι τοῦτο εἰς ὃ τείνειν δοκεῖ ἡ ἐν τοῖς ὅπλοις μάθησις; δοκεῖ δέ που τοῖς πολλοῖς εἰς ἀνδρείαν. ἦ γάρ;
SocratesSo which of the parts of excellence should we choose? Isn’t it obviously the one that learning to fight in armor seems to aim at? And most people think that’s courage, don’t they?
Lachesκαὶ μάλα δὴ οὕτω δοκεῖ.
LachesThey certainly do.
Socratesτοῦτο τοίνυν πρῶτον ἐπιχειρήσωμεν, ὦ Λάχης, εἰπεῖν, ἀνδρεία τί ποτʼ ἐστίν· ἔπειτα μετὰ τοῦτο σκεψόμεθα 190e καὶ ὅτῳ ἂν τρόπῳ τοῖς νεανίσκοις παραγένοιτο, καθʼ ὅσον οἷόν τε ἐξ ἐπιτηδευμάτων τε καὶ μαθημάτων παραγενέσθαι. ἀλλὰ πειρῶ εἰπεῖν ὃ λέγω, τί ἐστιν ἀνδρεία.
SocratesThen let’s first try to say, Laches, what courage is. After that we’ll look 190e at how it might be added to the young men, so far as it can come from pursuits and studies. Come on, try to answer my question: what is courage?
Laches’ definition: standing firm
Laches says courage is staying in the ranks and not running away; Socrates asks for what all courage shares.
Lachesοὐ μὰ τὸν Δία, ὦ Σώκρατες, οὐ χαλεπὸν εἰπεῖν· εἰ γάρ τις ἐθέλοι ἐν τῇ τάξει μένων ἀμύνεσθαι τοὺς πολεμίους καὶ μὴ φεύγοι, εὖ ἴσθι ὅτι ἀνδρεῖος ἂν εἴη.
LachesBy Zeus, Socrates, that’s not hard to say. If someone is willing to stay at his post in the ranks and hold off the enemy, and doesn’t run away, you can be sure he’s brave.
Socratesεὖ μὲν λέγεις, ὦ Λάχης· ἀλλʼ ἴσως ἐγὼ αἴτιος, οὐ σαφῶς εἰπών, τὸ σὲ ἀποκρίνασθαι μὴ τοῦτο ὃ διανοούμενος ἠρόμην, ἀλλʼ ἕτερον.
SocratesWell said, Laches. But perhaps I’m to blame for not speaking clearly, since you answered not the question I had in mind but a different one.
Lachesπῶς τοῦτο λέγεις, ὦ Σώκρατες;
LachesWhat do you mean, Socrates?
Socratesἐγὼ φράσω, ἐὰν οἷός τε γένωμαι. ἀνδρεῖός που οὗτος, ὃν καὶ σὺ λέγεις, ὃς ἂν ἐν τῇ τάξει μένων μάχηται τοῖς πολεμίοις.
SocratesI’ll explain, if I can. The man you describe is brave, I suppose: the one who stays at his post in the ranks and fights the enemy.
Lachesἐγὼ γοῦν φημι.
LachesThat’s what I say, anyway.
Socratesκαὶ γὰρ ἐγώ. ἀλλὰ τί αὖ ὅδε, ὃς ἂν φεύγων μάχηται τοῖς πολεμίοις ἀλλὰ μὴ μένων;
SocratesSo do I. But what about this other man, who fights the enemy while retreating, instead of standing his ground?
Lachesπῶς φεύγων;
LachesRetreating how?
Socratesὥσπερ που καὶ Σκύθαι λέγονται οὐχ ἧττον φεύγοντες ἢ διώκοντες μάχεσθαι, καὶ Ὅμηρός που ἐπαινῶν τοὺς τοῦ Αἰνείου ἵππους κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα 191b ἔφη αὐτοὺς ἐπίστασθαι διώκειν ἠδὲ φέβεσθαι· καὶ αὐτὸν τὸν Αἰνείαν κατὰ τοῦτʼ ἐνεκωμίασε, κατὰ τὴν τοῦ φόβου ἐπιστήμην, καὶ εἶπεν αὐτὸν εἶναι μήστωρα φόβοιο.
SocratesThe way the Scythians, I believe, are said to fight just as well while fleeing as while pursuing. And Homer, praising Aeneas’ horses, said that they knew how “swiftly, this way and that, 191b to pursue and to flee.” He praised Aeneas himself for the same thing, for his knowledge of fear, calling him a “master of fear.”
Lachesκαὶ καλῶς γε, ὦ Σώκρατες· περὶ ἁρμάτων γὰρ ἔλεγε. καὶ σὺ τὸ τῶν Σκυθῶν ἱππέων πέρι λέγεις· τὸ μὲν γὰρ ἱππικὸν τὸ ἐκείνων οὕτω μάχεται, τὸ δὲ ὁπλιτικὸν τό γε τῶν Ἑλλήνων, ὡς ἐγὼ λέγω.
LachesAnd he was right, Socrates, because he was talking about chariots. And you’re talking about Scythian horsemen. Their cavalry fights that way, but heavy infantry, Greek infantry at least, fights the way I say.
Socratesπλήν γʼ ἴσως, ὦ Λάχης, τὸ Λακεδαιμονίων. Λακεδαιμονίους 191c γάρ φασιν ἐν Πλαταιαῖς, ἐπειδὴ πρὸς τοῖς γερροφόροις ἐγένοντο, οὐκ ἐθέλειν μένοντας πρὸς αὐτοὺς μάχεσθαι, ἀλλὰ φεύγειν, ἐπειδὴ δʼ ἐλύθησαν αἱ τάξεις τῶν Περσῶν, ἀναστρεφομένους ὥσπερ ἱππέας μάχεσθαι καὶ οὕτω νικῆσαι τὴν ἐκεῖ μάχην.
SocratesExcept perhaps for the Spartans, Laches. They say that at Plataea, 191c when the Spartans came up against the troops with wicker shields, they weren’t willing to stand their ground and fight them, but retreated. Then, when the Persian ranks broke up, they turned around and fought like cavalry, and that’s how they won the battle there.
Socratesτοῦτο τοίνυν ὃ ἄρτι ἔλεγον, ὅτι ἐγὼ αἴτιος μὴ καλῶς σε ἀποκρίνασθαι, ὅτι οὐ καλῶς ἠρόμην—βουλόμενος 191d γάρ σου πυθέσθαι μὴ μόνον τοὺς ἐν τῷ ὁπλιτικῷ ἀνδρείους, ἀλλὰ καὶ τοὺς ἐν τῷ ἱππικῷ καὶ ἐν σύμπαντι τῷ πολεμικῷ εἴδει, καὶ μὴ μόνον τοὺς ἐν τῷ πολέμῳ, ἀλλὰ καὶ τοὺς ἐν τοῖς πρὸς τὴν θάλατταν κινδύνοις ἀνδρείους ὄντας, καὶ ὅσοι γε πρὸς νόσους καὶ ὅσοι πρὸς πενίας ἢ καὶ πρὸς τὰ πολιτικὰ ἀνδρεῖοί εἰσιν, καὶ ἔτι αὖ μὴ μόνον ὅσοι πρὸς λύπας ἀνδρεῖοί εἰσιν ἢ φόβους, ἀλλὰ καὶ πρὸς ἐπιθυμίας ἢ ἡδονὰς δεινοὶ 191e μάχεσθαι, καὶ μένοντες καὶ ἀναστρέφοντες—εἰσὶ γάρ πού τινες, ὦ Λάχης, καὶ ἐν τοῖς τοιούτοις ἀνδρεῖοι—
SocratesSo this is what I meant just now when I said I was to blame for your not answering well, because I didn’t ask well. I wanted 191d to learn from you not only about those who are brave in the infantry but also in the cavalry and in every kind of warfare, and not only those in war but also those who are brave in dangers at sea, and all who are brave in the face of illness or poverty, or in politics, too. And again, not only those who are brave against pains or fears, but also those who are formidable at fighting desires or pleasures, 191e whether by standing their ground or by turning back. For there are people, Laches, who are brave in things like these too—
Socratesοὐκοῦν ἀνδρεῖοι μὲν πάντες οὗτοί εἰσιν, ἀλλʼ οἱ μὲν ἐν ἡδοναῖς, οἱ δʼ ἐν λύπαις, οἱ δʼ ἐν ἐπιθυμίαις, οἱ δʼ ἐν φόβοις τὴν ἀνδρείαν κέκτηνται· οἱ δέ γʼ οἶμαι δειλίαν ἐν τοῖς αὐτοῖς τούτοις.
SocratesSo all of these are brave. But some have acquired their courage in pleasures, some in pains, some in desires, and some in fears. And others, I think, have acquired cowardice in these same things.
Lachesπάνυ γε.
LachesCertainly.
Socratesτί ποτε ὂν ἑκάτερον τούτων; τοῦτο ἐπυνθανόμην. πάλιν οὖν πειρῶ εἰπεῖν ἀνδρείαν πρῶτον τί ὂν ἐν πᾶσι τούτοις ταὐτόν ἐστιν· ἢ οὔπω καταμανθάνεις ὃ λέγω;
SocratesWhat is each of these two things? That’s what I was asking. So try again and say first what courage is, the thing that’s the same in all of these. Or don’t you see yet what I mean?
Lachesοὐ πάνυ τι.
LachesNot really.
Socratesἀλλʼ ὧδε λέγω, ὥσπερ ἂν εἰ τάχος ἠρώτων τί ποτʼ ἐστίν, ὃ καὶ ἐν τῷ τρέχειν τυγχάνει ὂν ἡμῖν καὶ ἐν τῷ κιθαρίζειν καὶ ἐν τῷ λέγειν καὶ ἐν τῷ μανθάνειν καὶ ἐν ἄλλοις πολλοῖς, καὶ σχεδόν τι αὐτὸ κεκτήμεθα, οὗ καὶ πέρι ἄξιον λέγειν, ἢ ἐν ταῖς τῶν χειρῶν πράξεσιν ἢ σκελῶν ἢ στόματός τε καὶ φωνῆς ἢ διανοίας· ἢ οὐχ οὕτω καὶ σὺ λέγεις;
SocratesWell, I mean something like this. Suppose I were asking what quickness is. We find it in running, in playing the lyre, in speaking, in learning, and in many other things. In fact we have it in pretty much anything worth mentioning, in what we do with our hands or legs, our mouth and voice, or our mind. Or wouldn’t you put it that way too?
Lachesπάνυ γε.
LachesCertainly.
Socratesεἰ τοίνυν τίς με ἔροιτο· “ὦ Σώκρατες, τί λέγεις τοῦτο ὃ ἐν πᾶσιν ὀνομάζεις ταχυτῆτα εἶναι;” εἴποιμʼ ἂν 192b αὐτῷ ὅτι τὴν ἐν ὀλίγῳ χρόνῳ πολλὰ διαπραττομένην δύναμιν ταχυτῆτα ἔγωγε καλῶ καὶ περὶ φωνὴν καὶ περὶ δρόμον καὶ περὶ τἆλλα πάντα.
SocratesSo if someone asked me, “Socrates, what do you say it is, this thing that you call quickness in all of them?” I’d tell 192b him that what I call quickness is the power that gets a lot done in a short time, whether in speech or in running or in anything else.
Laches tries again: endurance
Courage is endurance of the soul, but wise endurance looks less brave than foolish endurance.
Socratesπειρῶ δὴ καὶ σύ, ὦ Λάχης, τὴν ἀνδρείαν οὕτως εἰπεῖν τίς οὖσα δύναμις ἡ αὐτὴ ἐν ἡδονῇ καὶ ἐν λύπῃ καὶ ἐν ἅπασιν οἷς νυνδὴ ἐλέγομεν αὐτὴν εἶναι, ἔπειτα ἀνδρεία κέκληται.
SocratesThen you try too, Laches, to say in the same way what power courage is, the power that’s the same in pleasure and in pain and in all the things we just said it was found in, and that’s why it’s been called courage.
Lachesδοκεῖ τοίνυν μοι καρτερία τις εἶναι τῆς ψυχῆς, εἰ 192c τό γε διὰ πάντων περὶ ἀνδρείας πεφυκὸς δεῖ εἰπεῖν.
LachesWell, it seems to me to be a kind of endurance of the soul, if 192c I have to say what courage is by nature in all of them.
Socratesἀλλὰ μὴν δεῖ, εἴ γε τὸ ἐρωτώμενον ἀποκρινούμεθα ἡμῖν αὐτοῖς. τοῦτο τοίνυν ἔμοιγε φαίνεται· οὔτι πᾶσά γε, ὡς ἐγᾦμαι, καρτερία ἀνδρεία σοι φαίνεται. τεκμαίρομαι δὲ ἐνθένδε· σχεδὸν γάρ τι οἶδα, ὦ Λάχης, ὅτι τῶν πάνυ καλῶν πραγμάτων ἡγῇ σὺ ἀνδρείαν εἶναι.
SocratesYou do have to, if we’re going to answer the question for ourselves. Now here’s how it looks to me: I don’t think every kind of endurance looks to you like courage. I infer this from the following. I’m fairly sure, Laches, that you consider courage one of the very fine things.
Lachesεὖ μὲν οὖν ἴσθι ὅτι τῶν καλλίστων.
LachesYou can be sure it’s one of the finest.
Socratesοὐκοῦν ἡ μὲν μετὰ φρονήσεως καρτερία καλὴ κἀγαθή;
SocratesNow endurance joined with understanding is fine and good?
Lachesπάνυ γε.
LachesCertainly.
Socratesτί δʼ ἡ μετʼ ἀφροσύνης; οὐ τοὐναντίον ταύτῃ βλαβερὰ καὶ κακοῦργος;
SocratesWhat about endurance joined with folly? Isn’t that, on the contrary, harmful and destructive?
Lachesναί.
LachesYes.
Socratesκαλὸν οὖν τι φήσεις σὺ εἶναι τὸ τοιοῦτον, ὂν κακοῦργόν τε καὶ βλαβερόν;
SocratesThen will you call something like that fine, when it’s destructive and harmful?
Lachesοὔκουν δίκαιόν γε, ὦ Σώκρατες.
LachesIt wouldn’t be right to, Socrates.
Socratesοὐκ ἄρα τήν γε τοιαύτην καρτερίαν ἀνδρείαν ὁμολογήσεις εἶναι, ἐπειδήπερ οὐ καλή ἐστιν, ἡ δὲ ἀνδρεία καλόν ἐστιν.
SocratesSo you won’t agree that this kind of endurance is courage, since it isn’t fine, and courage is something fine.
Lachesἀληθῆ λέγεις.
LachesThat’s true.
Socratesἡ φρόνιμος ἄρα καρτερία κατὰ τὸν σὸν λόγον ἀνδρεία ἂν εἴη.
SocratesThen by your account it’s wise endurance that would be courage.
Lachesἔοικεν.
LachesIt seems so.
Socratesἴδωμεν δή, ἡ εἰς τί φρόνιμος; ἢ ἡ εἰς ἅπαντα καὶ τὰ μεγάλα καὶ τὰ σμικρά; οἷον εἴ τις καρτερεῖ ἀναλίσκων ἀργύριον φρονίμως, εἰδὼς ὅτι ἀναλώσας πλέον ἐκτήσεται, τοῦτον ἀνδρεῖον καλοῖς ἄν;
SocratesLet’s see, then: wise about what? About everything, great and small? For instance, suppose someone shows endurance in spending money wisely, because he knows that by spending it he’ll gain more. Would you call him brave?
Lachesμὰ Δίʼ οὐκ ἔγωγε.
LachesBy Zeus, I wouldn’t.
Socratesἀλλʼ οἷον εἴ τις ἰατρὸς ὤν, περιπλευμονίᾳ τοῦ ὑέος ἐχομένου ἢ ἄλλου τινὸς καὶ δεομένου πιεῖν ἢ φαγεῖν 193a δοῦναι, μὴ κάμπτοιτο ἀλλὰ καρτεροῖ;
SocratesOr suppose someone is a doctor, and his son or someone else has pneumonia and begs him for something to drink or eat, 193a and he doesn’t give in but endures?
Socratesἀλλʼ ἐν πολέμῳ καρτεροῦντα ἄνδρα καὶ ἐθέλοντα μάχεσθαι, φρονίμως λογιζόμενον, εἰδότα μὲν ὅτι βοηθήσουσιν ἄλλοι αὐτῷ, πρὸς ἐλάττους δὲ καὶ φαυλοτέρους μαχεῖται ἢ μεθʼ ὧν αὐτός ἐστιν, ἔτι δὲ χωρία ἔχει κρείττω, τοῦτον τὸν μετὰ τῆς τοιαύτης φρονήσεως καὶ παρασκευῆς καρτεροῦντα ἀνδρειότερον ἂν φαίης ἢ τὸν ἐν τῷ ἐναντίῳ στρατοπέδῳ ἐθέλοντα ὑπομένειν τε καὶ καρτερεῖν;
SocratesNow take a man in war who endures and is willing to fight, on the basis of wise calculation. He knows that others will come to his aid, that he’ll be fighting against fewer and weaker men than those on his side, and that he also holds the stronger position. Would you say this man, enduring with that kind of understanding and preparation, is braver than the man in the opposing camp who is willing to stand his ground and endure?
Lachesτὸν ἐν τῷ ἐναντίῳ, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες.
LachesThe man in the opposing camp, I’d say, Socrates.
Socratesἀλλὰ μὴν ἀφρονεστέρα γε ἡ τούτου ἢ ἡ τοῦ ἑτέρου καρτερία.
SocratesAnd yet his endurance is more foolish than the other man’s.
Lachesἀληθῆ λέγεις.
LachesThat’s true.
Socratesκαὶ τὸν μετʼ ἐπιστήμης ἄρα ἱππικῆς καρτεροῦντα ἐν ἱππομαχίᾳ ἧττον φήσεις ἀνδρεῖον εἶναι ἢ τὸν ἄνευ ἐπιστήμης.
SocratesSo you’ll also say that the man who endures in a cavalry battle with a knowledge of horsemanship is less brave than the one without that knowledge.
Lachesἔμοιγε δοκεῖ.
LachesI think so.
Socratesκαὶ τὸν μετὰ σφενδονητικῆς ἢ τοξικῆς ἢ ἄλλης τινὸς τέχνης καρτεροῦντα.
SocratesAnd the same for the man who endures with skill at slinging or archery or some other art.
Socratesκαὶ ὅσοι ἂν ἐθέλωσιν εἰς φρέαρ καταβαίνοντες καὶ κολυμβῶντες καρτερεῖν ἐν τούτῳ τῷ ἔργῳ, μὴ ὄντες δεινοί, ἢ ἔν τινι ἄλλῳ τοιούτῳ, ἀνδρειοτέρους φήσεις τῶν ταῦτα δεινῶν.
SocratesAnd people who are willing to go down into a well and dive, and to endure in that work, or in any other work like it, without being skilled at it—you’ll say they’re braver than those who are skilled at it.
Lachesτί γὰρ ἄν τις ἄλλο φαίη, ὦ Σώκρατες;
LachesWhat else could anyone say, Socrates?
Socratesοὐδέν, εἴπερ οἴοιτό γε οὕτως.
SocratesNothing, if that’s what he thought.
Lachesἀλλὰ μὴν οἶμαί γε.
LachesWell, it’s what I think.
Socratesκαὶ μήν που ἀφρονεστέρως γε, ὦ Λάχης, οἱ τοιοῦτοι κινδυνεύουσίν τε καὶ καρτεροῦσιν ἢ οἱ μετὰ τέχνης αὐτὸ πράττοντες.
SocratesAnd yet, Laches, people like that take risks and endure more foolishly than those who do it with skill.
Lachesφαίνονται.
LachesApparently.
Socratesοὐκοῦν αἰσχρὰ ἡ ἄφρων τόλμα τε καὶ καρτέρησις ἐν τῷ πρόσθεν ἐφάνη ἡμῖν οὖσα καὶ βλαβερά;
SocratesNow didn’t foolish daring and endurance turn out earlier to be shameful and harmful?
Lachesπάνυ γε.
LachesCertainly.
Socratesἡ δέ γε ἀνδρεία ὡμολογεῖτο καλόν τι εἶναι.
SocratesWhereas courage was agreed to be something fine.
Lachesὡμολογεῖτο γάρ.
LachesYes, that was agreed.
Socratesνῦν δʼ αὖ πάλιν φαμὲν ἐκεῖνο τὸ αἰσχρόν, τὴν ἄφρονα καρτέρησιν, ἀνδρείαν εἶναι.
SocratesBut now we’re saying the opposite, that the shameful thing, foolish endurance, is courage.
Lachesἐοίκαμεν.
LachesIt seems we are.
Socratesκαλῶς οὖν σοι δοκοῦμεν λέγειν;
SocratesSo do you think we’re speaking well?
Lachesμὰ τὸν Δίʼ, ὦ Σώκρατες, ἐμοὶ μὲν οὔ.
LachesBy Zeus, Socrates, I certainly don’t.
Socratesοὐκ ἄρα που κατὰ τὸν σὸν λόγον δωριστὶ ἡρμόσμεθα 193e ἐγώ τε καὶ σύ, ὦ Λάχης· τὰ γὰρ ἔργα οὐ συμφωνεῖ ἡμῖν τοῖς λόγοις. ἔργῳ μὲν γάρ, ὡς ἔοικε, φαίη ἄν τις ἡμᾶς ἀνδρείας μετέχειν, λόγῳ δʼ, ὡς ἐγᾦμαι, οὐκ ἄν, εἰ νῦν ἡμῶν ἀκούσειε διαλεγομένων.
SocratesSo it seems, Laches, that by your own account you and I aren’t tuned to the Dorian mode. 193e Our deeds aren’t in harmony with our words. In deed, it seems, someone might say we have a share of courage. But in word, I imagine, he wouldn’t, if he heard us talking just now.
Socratesτί οὖν; δοκεῖ καλὸν εἶναι οὕτως ἡμᾶς διακεῖσθαι;
SocratesWell then? Do you think it’s a fine thing for us to be in this state?
Lachesοὐδʼ ὁπωστιοῦν.
LachesNot in the least.
Socratesβούλει οὖν ᾧ λέγομεν πειθώμεθα τό γε τοσοῦτον;
SocratesThen shall we obey what we’re saying, at least this far?
Lachesτὸ ποῖον δὴ τοῦτο, καὶ τίνι τούτῳ;
LachesHow far? And obey what?
Socratesτῷ λόγῳ ὃς καρτερεῖν κελεύει. εἰ οὖν βούλει, καὶ ἡμεῖς ἐπὶ τῇ ζητήσει ἐπιμείνωμέν τε καὶ καρτερήσωμεν, ἵνα καὶ μὴ ἡμῶν αὐτὴ ἡ ἀνδρεία καταγελάσῃ, ὅτι οὐκ ἀνδρείως αὐτὴν ζητοῦμεν, εἰ ἄρα πολλάκις αὐτὴ ἡ καρτέρησίς ἐστιν ἀνδρεία.
SocratesThe argument that tells us to endure. So, if you’re willing, let’s stand firm in our search and endure. That way courage itself won’t laugh at us for not searching for it courageously, in case endurance turns out after all to be courage.
Lachesἐγὼ μὲν ἕτοιμος, ὦ Σώκρατες, μὴ προαφίστασθαι. καίτοι ἀήθης γʼ εἰμὶ τῶν τοιούτων λόγων· ἀλλά τίς με καὶ φιλονικία εἴληφεν πρὸς τὰ εἰρημένα, καὶ ὡς ἀληθῶς ἀγανακτῶ 194b εἰ οὑτωσὶ ἃ νοῶ μὴ οἷός τʼ εἰμὶ εἰπεῖν. νοεῖν μὲν γὰρ ἔμοιγε δοκῶ περὶ ἀνδρείας ὅτι ἔστιν, οὐκ οἶδα δʼ ὅπῃ με ἄρτι διέφυγεν, ὥστε μὴ συλλαβεῖν τῷ λόγῳ αὐτὴν καὶ εἰπεῖν ὅτι ἔστιν.
LachesI’m ready not to quit before the end, Socrates. Mind you, I’m not used to arguments like this. But a kind of competitive spirit has taken hold of me over what’s been said, and I’m honestly annoyed 194b that I can’t put what I think into words this way. I do seem to myself to understand what courage is. But somehow it slipped away from me just now, so I couldn’t pin it down in words and say what it is.
Socratesοὐκοῦν, ὦ φίλε, τὸν ἀγαθὸν κυνηγέτην μεταθεῖν χρὴ καὶ μὴ ἀνιέναι.
SocratesWell, my friend, a good hunter has to keep up the chase and not give up.
Lachesπαντάπασι μὲν οὖν.
LachesAbsolutely.
Socratesβούλει οὖν καὶ Νικίαν τόνδε παρακαλῶμεν ἐπὶ τὸ κυνηγέσιον, εἴ τι ἡμῶν εὐπορώτερός ἐστιν;
SocratesThen shall we call Nicias here to join the hunt too, in case he’s better at finding a way than we are?
Nicias’ definition: knowledge
Nicias cites Socrates: courage is knowing what is to be feared and what is to be dared.
Socratesἴθι δή, ὦ Νικία, ἀνδράσι φίλοις χειμαζομένοις ἐν λόγῳ καὶ ἀποροῦσιν βοήθησον, εἴ τινα ἔχεις δύναμιν. τὰ μὲν γὰρ δὴ ἡμέτερα ὁρᾷς ὡς ἄπορα· σὺ δʼ εἰπὼν ὅτι ἡγῇ ἀνδρείαν εἶναι, ἡμᾶς τε τῆς ἀπορίας ἔκλυσαι καὶ αὐτὸς ἃ νοεῖς τῷ λόγῳ βεβαίωσαι.
SocratesCome on, then, Nicias. Your friends are caught in a storm of argument and don’t know where to turn. Help us, if you have any power to. You can see how stuck we are. Tell us what you think courage is, and free us from our perplexity. At the same time you’ll make your own thinking secure by putting it into words.
Niciasδοκεῖτε τοίνυν μοι πάλαι οὐ καλῶς, ὦ Σώκρατες, ὁρίζεσθαι τὴν ἀνδρείαν· ὃ γὰρ ἐγὼ σοῦ ἤδη καλῶς λέγοντος ἀκήκοα, τούτῳ οὐ χρῆσθε.
NiciasWell, Socrates, it seems to me you two have been defining courage badly for some time now. You’re not making use of something I’ve heard you say, and say well.
Socratesποίῳ δή, ὦ Νικία;
SocratesWhat’s that, Nicias?
Niciasπολλάκις ἀκήκοά σου λέγοντος ὅτι ταῦτα ἀγαθὸς ἕκαστος ἡμῶν ἅπερ σοφός, ἃ δὲ ἀμαθής, ταῦτα δὲ κακός.
NiciasI’ve often heard you say that each of us is good at the things he’s wise about, and bad at the things he’s ignorant of.
Socratesἀληθῆ μέντοι νὴ Δία λέγεις, ὦ Νικία.
SocratesBy Zeus, Nicias, that’s true.
Niciasοὐκοῦν εἴπερ ὁ ἀνδρεῖος ἀγαθός, δῆλον ὅτι σοφός ἐστιν.
NiciasSo if the brave man is good, clearly he’s wise.
Socratesἤκουσας, ὦ Λάχης;
SocratesDid you hear that, Laches?
Lachesἔγωγε, καὶ οὐ σφόδρα γε μανθάνω ὃ λέγει.
LachesI did, and I don’t really understand what he means.
Socratesἀλλʼ ἐγὼ δοκῶ μανθάνειν, καί μοι δοκεῖ ἁνὴρ σοφίαν τινὰ τὴν ἀνδρείαν λέγειν.
SocratesBut I think I do. I think the man is saying that courage is a kind of wisdom.
Lachesποίαν, ὦ Σώκρατες, σοφίαν;
LachesWhat kind of wisdom, Socrates?
Lachesἔγωγε.
LachesIt is.
Socratesἴθι δή, αὐτῷ εἰπέ, ὦ Νικία, ποία σοφία ἀνδρεία ἂν εἴη κατὰ τὸν σὸν λόγον. οὐ γάρ που ἥ γε αὐλητική.
SocratesGo on, then, Nicias, tell him what kind of wisdom courage would be on your account. Surely it isn’t the wisdom of playing the pipes.
Niciasοὐδαμῶς.
NiciasNot at all.
Socratesοὐδὲ μὴν ἡ κιθαριστική.
SocratesNor of playing the lyre.
Niciasοὐ δῆτα.
NiciasCertainly not.
Socratesἀλλὰ τίς δὴ αὕτη ἢ τίνος ἐπιστήμη;
SocratesThen what is it? Knowledge of what?
Lachesπάνυ μὲν οὖν ὀρθῶς αὐτὸν ἐρωτᾷς, ὦ Σώκρατες, καὶ εἰπέτω γε τίνα φησὶν αὐτὴν εἶναι.
LachesYou’re asking him exactly the right question, Socrates. Let him tell us what he says it is.
Niciasταύτην ἔγωγε, ὦ Λάχης, τὴν τῶν δεινῶν καὶ θαρραλέων 195a ἐπιστήμην καὶ ἐν πολέμῳ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν.
NiciasThis, Laches: the knowledge of what is to be feared and what is to be dared, 195a in war and in everything else.
Socratesπρὸς τί τοῦτʼ εἶπες βλέψας, ὦ Λάχης;
SocratesWhat did you have in mind when you said that, Laches?
Lachesπρὸς ὅτι; χωρὶς δήπου σοφία ἐστὶν ἀνδρείας.
LachesWhat did I have in mind? Wisdom is surely something separate from courage.
Socratesοὔκουν φησί γε Νικίας.
SocratesNicias, at any rate, says it isn’t.
Lachesοὐ μέντοι μὰ Δία· ταῦτά τοι καὶ ληρεῖ.
LachesNo, by Zeus, he doesn’t. That’s exactly why he’s talking nonsense.
Socratesοὐκοῦν διδάσκωμεν αὐτὸν ἀλλὰ μὴ λοιδορῶμεν.
SocratesThen let’s teach him instead of abusing him.
Niciasοὔκ, ἀλλά μοι δοκεῖ, ὦ Σώκρατες, Λάχης ἐπιθυμεῖν κἀμὲ φανῆναι μηδὲν λέγοντα, ὅτι καὶ αὐτὸς ἄρτι τοιοῦτός 195b τις ἐφάνη.
NiciasNo, Socrates. It seems to me Laches wants me to be shown up as saying nothing too, since he was just shown up 195b that way himself.
Lachesπάνυ μὲν οὖν, ὦ Νικία, καὶ πειράσομαί γε ἀποφῆναι· οὐδὲν γὰρ λέγεις. ἐπεὶ αὐτίκα ἐν ταῖς νόσοις οὐχ οἱ ἰατροὶ τὰ δεινὰ ἐπίστανται; ἢ οἱ ἀνδρεῖοι δοκοῦσί σοι ἐπίστασθαι; ἢ τοὺς ἰατροὺς σὺ ἀνδρείους καλεῖς;
LachesAbsolutely, Nicias, and I’ll try to prove it, because you’re saying nothing. Take an obvious case. In illness, isn’t it doctors who know what’s to be feared? Or do you think it’s the brave who know? Or do you call doctors brave?
Niciasοὐδʼ ὁπωστιοῦν.
NiciasNot in the least.
Lachesοὐδέ γε τοὺς γεωργοὺς οἶμαι. καίτοι τά γε ἐν τῇ γεωργίᾳ δεινὰ οὗτοι δήπου ἐπίστανται, καὶ οἱ ἄλλοι δημιουργοὶ ἅπαντες τὰ ἐν ταῖς αὑτῶν τέχναις δεινά τε καὶ 195c θαρραλέα ἴσασιν· ἀλλʼ οὐδέν τι μᾶλλον οὗτοι ἀνδρεῖοί εἰσιν.
LachesNor farmers either, I suppose. And yet they surely know what’s to be feared in farming. All the other craftsmen know what’s to be feared and 195c what’s to be dared in their own crafts. But that doesn’t make them any braver.
Socratesτί δοκεῖ Λάχης λέγειν, ὦ Νικία; ἔοικεν μέντοι λέγειν τι.
SocratesWhat do you think Laches is saying, Nicias? He does seem to be saying something.
Niciasκαὶ γὰρ λέγει γέ τι, οὐ μέντοι ἀληθές γε.
NiciasYes, he’s saying something. It just isn’t true.
Socratesπῶς δή;
SocratesHow so?
Niciasὅτι οἴεται τοὺς ἰατροὺς πλέον τι εἰδέναι περὶ τοὺς κάμνοντας ἢ τὸ ὑγιεινὸν εἰπεῖν οἷόν τε καὶ νοσῶδες. οἱ δὲ δήπου τοσοῦτον μόνον ἴσασιν· εἰ δὲ δεινόν τῳ τοῦτό ἐστιν τὸ ὑγιαίνειν μᾶλλον ἢ τὸ κάμνειν, ἡγῇ σὺ τουτί, ὦ Λάχης, τοὺς ἰατροὺς ἐπίστασθαι; ἢ οὐ πολλοῖς οἴει ἐκ τῆς νόσου ἄμεινον εἶναι μὴ ἀναστῆναι ἢ ἀναστῆναι; τοῦτο γὰρ εἰπέ· 195d σὺ πᾶσι φῂς ἄμεινον εἶναι ζῆν καὶ οὐ πολλοῖς κρεῖττον τεθνάναι;
NiciasBecause he thinks doctors know something more about the sick than how to tell what’s healthy and what’s diseased. Surely that’s all they know. If for someone being healthy is more to be feared than being sick, do you think the doctors know that, Laches? Or don’t you think that for many people it would be better not to get up from their sickness than to get up? Tell me this. 195d Do you say it’s better for everyone to live, and that for many it isn’t better to be dead?
Niciasοἷς οὖν τεθνάναι λυσιτελεῖ, ταὐτὰ οἴει δεινὰ εἶναι καὶ οἷς ζῆν;
NiciasThen do you think the same things are to be feared by those who’d be better off dead and by those who’d be better off alive?
Lachesοὐκ ἔγωγε.
LachesI don’t.
Niciasἀλλὰ τοῦτο δὴ σὺ δίδως τοῖς ἰατροῖς γιγνώσκειν ἢ ἄλλῳ τινὶ δημιουργῷ πλὴν τῷ τῶν δεινῶν καὶ μὴ δεινῶν ἐπιστήμονι, ὃν ἐγὼ ἀνδρεῖον καλῶ;
NiciasWell, do you grant the knowledge of this to doctors, or to any other craftsman? Or only to the one who knows what is to be feared and what isn’t, the man I call brave?
Socratesκατανοεῖς, ὦ Λάχης, ὅτι λέγει;
SocratesDo you see what he means, Laches?
Lachesἔγωγε, ὅτι γε τοὺς μάντεις καλεῖ τοὺς ἀνδρείους· τίς γὰρ δὴ ἄλλος εἴσεται ὅτῳ ἄμεινον ζῆν ἢ τεθνάναι; καίτοι σύ, ὦ Νικία, πότερον ὁμολογεῖς μάντις εἶναι ἢ οὔτε μάντις οὔτε ἀνδρεῖος;
LachesI do. He’s calling seers the brave ones. Who else will know whether it’s better for someone to live or to die? So tell me, Nicias, which is it? Do you admit to being a seer, or are you neither a seer nor brave?
Niciasτί δέ; μάντει αὖ οἴει προσήκει τὰ δεινὰ γιγνώσκειν καὶ τὰ θαρραλέα;
NiciasWhat? So now you think it’s the seer’s business to know what’s to be feared and what’s to be dared?
Lachesἔγωγε· τίνι γὰρ ἄλλῳ;
LachesI do. Whose else?
Niciasὧι ἐγὼ λέγω πολὺ μᾶλλον, ὦ βέλτιστε· ἐπεὶ μάντιν γε τὰ σημεῖα μόνον δεῖ γιγνώσκειν τῶν ἐσομένων, εἴτε τῳ θάνατος εἴτε νόσος εἴτε ἀποβολὴ χρημάτων ἔσται, 196a εἴτε νίκη εἴτε ἧττα ἢ πολέμου ἢ καὶ ἄλλης τινὸς ἀγωνίας· ὅτι δέ τῳ ἄμεινον τούτων ἢ παθεῖν ἢ μὴ παθεῖν, τί μᾶλλον μάντει προσήκει κρῖναι ἢ ἄλλῳ ὁτῳοῦν;
NiciasFar more the man I’m talking about, my good friend. A seer only has to know the signs of what’s going to happen: whether someone will meet with death, or illness, or loss of property, 196a or victory or defeat, in war or in any other contest. But whether it’s better for someone to suffer these things or not, why should judging that be the seer’s business any more than anyone else’s?
Lachesἀλλʼ ἐγὼ τούτου οὐ μανθάνω, ὦ Σώκρατες, ὅτι βούλεται λέγειν· οὔτε γὰρ μάντιν οὔτε ἰατρὸν οὔτε ἄλλον οὐδένα δηλοῖ ὅντινα λέγει τὸν ἀνδρεῖον, εἰ μὴ εἰ θεόν τινα λέγει αὐτὸν εἶναι. ἐμοὶ μὲν οὖν φαίνεται Νικίας οὐκ ἐθέλειν 196b γενναίως ὁμολογεῖν ὅτι οὐδὲν λέγει, ἀλλὰ στρέφεται ἄνω καὶ κάτω ἐπικρυπτόμενος τὴν αὑτοῦ ἀπορίαν· καίτοι κἂν ἡμεῖς οἷοί τε ἦμεν ἄρτι ἐγώ τε καὶ σὺ τοιαῦτα στρέφεσθαι, εἰ ἐβουλόμεθα μὴ δοκεῖν ἐναντία ἡμῖν αὐτοῖς λέγειν. εἰ μὲν οὖν ἐν δικαστηρίῳ ἡμῖν οἱ λόγοι ἦσαν, εἶχεν ἄν τινα λόγον ταῦτα ποιεῖν· νῦν δὲ τί ἄν τις ἐν συνουσίᾳ τοιᾷδε μάτην κενοῖς λόγοις αὐτὸς αὑτὸν κοσμοῖ;
LachesWell, I don’t understand what he’s getting at, Socrates. He doesn’t make clear that the brave man he means is a seer, or a doctor, or anyone else at all, unless he’s saying it’s some god. It looks to me as if Nicias isn’t willing 196b to admit like a man of honor that he’s saying nothing. Instead he twists this way and that to hide his own perplexity. Yet you and I could have twisted around like that just now, if we’d wanted to avoid seeming to contradict ourselves. If we were arguing in a law court, there might be some point in doing this. But in a gathering like this one, why would anyone dress himself up for nothing with empty words?
Socratesοὐδὲν οὐδʼ ἐμοὶ δοκεῖ, ὦ Λάχης· ἀλλʼ ὁρῶμεν μὴ Νικίας οἴεταί τι λέγειν καὶ οὐ λόγου ἕνεκα ταῦτα λέγει. αὐτοῦ οὖν σαφέστερον πυθώμεθα τί ποτε νοεῖ· καὶ ἐάν τι φαίνηται λέγων, συγχωρησόμεθα, εἰ δὲ μή, διδάξομεν.
SocratesI don’t see any point either, Laches. But let’s make sure Nicias doesn’t think he’s saying something real, and isn’t just saying it for argument’s sake. Let’s ask him more clearly what exactly he has in mind. If he turns out to be saying something, we’ll agree with him. If not, we’ll teach him.
Lachesσὺ τοίνυν, ὦ Σώκρατες, εἰ βούλει πυνθάνεσθαι, πυνθάνου· ἐγὼ δʼ ἴσως ἱκανῶς πέπυσμαι.
LachesYou ask him, then, Socrates, if you want to. I’ve probably asked enough.
Socratesἀλλʼ οὐδέν με κωλύει· κοινὴ γὰρ ἔσται ἡ πύστις ὑπὲρ ἐμοῦ τε καὶ σοῦ.
SocratesNothing’s stopping me. The questioning will be on behalf of us both.
Lachesπάνυ μὲν οὖν.
LachesCertainly.
Socratesλέγε δή μοι, ὦ Νικία—μᾶλλον δʼ ἡμῖν· κοινούμεθα 196d γὰρ ἐγώ τε καὶ Λάχης τὸν λόγον—τὴν ἀνδρείαν ἐπιστήμην φῂς δεινῶν τε καὶ θαρραλέων εἶναι;
SocratesTell me, then, Nicias—or rather tell us, since Laches and I are partners 196d in this argument—do you say courage is knowledge of what is to be feared and what is to be dared?
Socratesτοῦτο δὲ οὐ παντὸς δὴ εἶναι ἀνδρὸς γνῶναι, ὁπότε γε μήτε ἰατρὸς μήτε μάντις αὐτὸ γνώσεται μηδὲ ἀνδρεῖος ἔσται, ἐὰν μὴ αὐτὴν ταύτην τὴν ἐπιστήμην προσλάβῃ· οὐχ οὕτως ἔλεγες;
SocratesAnd that this isn’t something every man can know, since neither a doctor nor a seer will know it, nor will he be brave, unless he acquires this particular knowledge as well? Isn’t that what you were saying?
Niciasοὕτω μὲν οὖν.
NiciasYes, it is.
Socratesκατὰ τὴν παροιμίαν ἄρα τῷ ὄντι οὐκ ἂν πᾶσα ὗς γνοίη οὐδʼ ἂν ἀνδρεία γένοιτο.
SocratesSo really, as the proverb says, it isn’t something “any pig would know,” and no pig could become brave.
Niciasοὔ μοι δοκεῖ.
NiciasI don’t think so.
Socratesδῆλον δή, ὦ Νικία, ὅτι οὐδὲ τὴν Κρομμυωνίαν ὗν πιστεύεις σύ γε ἀνδρείαν γεγονέναι. τοῦτο δὲ λέγω οὐ παίζων, ἀλλʼ ἀναγκαῖον οἶμαι τῷ ταῦτα λέγοντι μηδενὸς θηρίου ἀποδέχεσθαι ἀνδρείαν, ἢ συγχωρεῖν θηρίον τι οὕτω σοφὸν εἶναι, ὥστε ἃ ὀλίγοι ἀνθρώπων ἴσασι διὰ τὸ χαλεπὰ εἶναι γνῶναι, ταῦτα λέοντα ἢ πάρδαλιν ἤ τινα κάπρον φάναι εἰδέναι· ἀλλʼ ἀνάγκη ὁμοίως λέοντα καὶ ἔλαφον καὶ ταῦρον καὶ πίθηκον πρὸς ἀνδρείαν φάναι πεφυκέναι τὸν τιθέμενον ἀνδρείαν τοῦθʼ ὅπερ σὺ τίθεσαι.
SocratesClearly, then, Nicias, you don’t believe even the Crommyonian sow was brave. I’m not joking. I think anyone who says this has to deny courage to every wild animal. Otherwise he has to grant that some animal is so wise that a lion, or a leopard, or some boar knows what few human beings know, because it’s so hard to know. Anyone who defines courage as you do has to say that a lion and a deer, a bull and a monkey, are equally suited by nature for courage.
Lachesνὴ τοὺς θεούς, καὶ εὖ γε λέγεις, ὦ Σώκρατες. καὶ ἡμῖν ὡς ἀληθῶς τοῦτο ἀπόκριναι, ὦ Νικία, πότερον σοφώτερα φῂς ἡμῶν ταῦτα εἶναι τὰ θηρία, ἃ πάντες ὁμολογοῦμεν ἀνδρεῖα εἶναι, ἢ πᾶσιν ἐναντιούμενος τολμᾷς μηδὲ ἀνδρεῖα αὐτὰ καλεῖν;
LachesBy the gods, that’s well said, Socrates. Give us an honest answer, Nicias. Do you say these animals, which we all agree are brave, are wiser than we are? Or do you dare to go against everyone and not even call them brave?
Niciasοὐ γάρ τι, ὦ Λάχης, ἔγωγε ἀνδρεῖα καλῶ οὔτε θηρία οὔτε ἄλλο οὐδὲν τὸ τὰ δεινὰ ὑπὸ ἀνοίας μὴ φοβούμενον, ἀλλʼ ἄφοβον καὶ μῶρον· ἢ καὶ τὰ παιδία πάντα οἴει με 197b ἀνδρεῖα καλεῖν, ἃ διʼ ἄνοιαν οὐδὲν δέδοικεν; ἀλλʼ οἶμαι τὸ ἄφοβον καὶ τὸ ἀνδρεῖον οὐ ταὐτόν ἐστιν. ἐγὼ δὲ ἀνδρείας μὲν καὶ προμηθίας πάνυ τισὶν ὀλίγοις οἶμαι μετεῖναι, θρασύτητος δὲ καὶ τόλμης καὶ τοῦ ἀφόβου μετὰ ἀπρομηθίας πάνυ πολλοῖς καὶ ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων καὶ θηρίων. ταῦτʼ οὖν ἃ σὺ καλεῖς ἀνδρεῖα καὶ οἱ πολλοί, ἐγὼ 197c θρασέα καλῶ, ἀνδρεῖα δὲ τὰ φρόνιμα περὶ ὧν λέγω.
NiciasNo, Laches. I don’t call animals brave, or anything else that has no fear of what’s to be feared because it lacks sense. I call it fearless and stupid. Or do you think I call all children 197b brave too, who are afraid of nothing because they have no sense? No. I think being fearless and being brave aren’t the same thing. In my view very few people have courage and forethought. But a great many have boldness, daring, and fearlessness without forethought: men, women, children, and animals. So the actions that you and most people call brave, I 197c call bold. The brave ones are the wise ones I’m talking about.
Lachesθέασαι, ὦ Σώκρατες, ὡς εὖ ὅδε ἑαυτὸν δή, ὡς οἴεται, κοσμεῖ τῷ λόγῳ· οὓς δὲ πάντες ὁμολογοῦσιν ἀνδρείους εἶναι, τούτους ἀποστερεῖν ἐπιχειρεῖ ταύτης τῆς τιμῆς.
LachesLook, Socrates, how nicely he dresses himself up with this argument—or so he thinks. And the men everyone agrees are brave, he’s trying to rob of that honor.
Niciasοὔκουν σέ γε, ὦ Λάχης, ἀλλὰ θάρρει· φημὶ γάρ σε εἶναι σοφόν, καὶ Λάμαχόν γε, εἴπερ ἐστὲ ἀνδρεῖοι, καὶ ἄλλους γε συχνοὺς Ἀθηναίων.
NiciasNot you, Laches—don’t worry. I say you’re wise, and Lamachus too, given that you’re both brave, and plenty of other Athenians as well.
Lachesοὐδὲν ἐρῶ πρὸς ταῦτα, ἔχων εἰπεῖν, ἵνα μή με φῇς ὡς ἀληθῶς Αἰξωνέα εἶναι.
LachesI won’t answer that, though I could, so you won’t say I really am a man from Aixone.
Socratesμηδέ γε εἴπῃς, ὦ Λάχης· καὶ γάρ μοι δοκεῖς οὐδὲ ᾐσθῆσθαι ὅτι ταύτην τὴν σοφίαν παρὰ Δάμωνος τοῦ ἡμετέρου ἑταίρου παρείληφεν, ὁ δὲ Δάμων τῷ προδίκῳ πολλὰ πλησιάζει, ὃς δὴ δοκεῖ τῶν σοφιστῶν κάλλιστα τὰ τοιαῦτα ὀνόματα διαιρεῖν.
SocratesDon’t say anything, Laches. In fact I don’t think you’ve even noticed where he got this wisdom. It’s from our friend Damon, and Damon spends a lot of time with Prodicus, who’s thought to be the best of the sophists at drawing distinctions between words like these.
Lachesκαὶ γὰρ πρέπει, ὦ Σώκρατες, σοφιστῇ τὰ τοιαῦτα μᾶλλον κομψεύεσθαι ἢ ἀνδρὶ ὃν ἡ πόλις ἀξιοῖ αὑτῆς προεστάναι.
LachesWell, Socrates, that sort of hair-splitting suits a sophist better than a man the city thinks fit to lead it.
Knowledge of all goods and evils
Socrates shows that such knowledge would be the whole of excellence, not a part of it.
Socratesπρέπει μέν που, ὦ μακάριε, τῶν μεγίστων προστατοῦντι μεγίστης φρονήσεως μετέχειν· δοκεῖ δέ μοι Νικίας ἄξιος εἶναι ἐπισκέψεως, ὅποι ποτὲ βλέπων τοὔνομα τοῦτο τίθησι τὴν ἀνδρείαν.
SocratesSurely, my dear friend, it suits a man in charge of the greatest affairs to have the greatest understanding. But I think Nicias deserves to be examined, to see what he has in view when he gives the name courage to this.
Lachesαὐτὸς τοίνυν σκόπει, ὦ Σώκρατες.
LachesExamine him yourself, then, Socrates.
Socratesτοῦτο μέλλω ποιεῖν, ὦ ἄριστε· μὴ μέντοι οἴου με ἀφήσειν σε τῆς κοινωνίας τοῦ λόγου, ἀλλὰ πρόσεχε τὸν νοῦν καὶ συσκόπει τὰ λεγόμενα.
SocratesThat’s what I intend to do, my good friend. But don’t think I’ll let you off your share in the argument. Pay attention and examine what’s said along with me.
Lachesταῦτα δὴ ἔστω, εἰ δοκεῖ χρῆναι.
LachesAll right, if you think I have to.
Socratesἀλλὰ δοκεῖ. σὺ δέ, Νικία, λέγε ἡμῖν πάλιν ἐξ 198a ἀρχῆς· οἶσθʼ ὅτι τὴν ἀνδρείαν κατʼ ἀρχὰς τοῦ λόγου ἐσκοποῦμεν ὡς μέρος ἀρετῆς σκοποῦντες;
SocratesI do. Now, Nicias, tell us again from 198a the beginning. You know that at the start of the discussion we were examining courage as a part of excellence?
Socratesοὐκοῦν καὶ σὺ τοῦτο ἀπεκρίνω ὡς μόριον, ὄντων δὴ καὶ ἄλλων μερῶν, ἃ σύμπαντα ἀρετὴ κέκληται;
SocratesAnd you too answered on the basis that it’s a part, and that there are other parts as well, which all together are called excellence?
Niciasπῶς γὰρ οὔ;
NiciasOf course.
Socratesἆρʼ οὖν ἅπερ ἐγὼ καὶ σὺ ταῦτα λέγεις; ἐγὼ δὲ καλῶ πρὸς ἀνδρείᾳ σωφροσύνην καὶ δικαιοσύνην καὶ ἄλλʼ ἄττα τοιαῦτα. οὐ καὶ σύ;
SocratesThen do you mean the same parts I do? Besides courage I count moderation, justice, and a few others of that kind. Don’t you?
Socratesἔχε δή. ταῦτα μὲν γὰρ ὁμολογοῦμεν, περὶ δὲ τῶν δεινῶν καὶ θαρραλέων σκεψώμεθα, ὅπως μὴ σὺ μὲν ἄλλʼ ἄττα ἡγῇ, ἡμεῖς δὲ ἄλλα. ἃ μὲν οὖν ἡμεῖς ἡγούμεθα, φράσομέν σοι· σὺ δὲ ἂν μὴ ὁμολογῇς, διδάξεις. ἡγούμεθα δʼ ἡμεῖς δεινὰ μὲν εἶναι ἃ καὶ δέος παρέχει, θαρραλέα δὲ ἃ μὴ δέος παρέχει—δέος δὲ παρέχει οὐ τὰ γεγονότα οὐδὲ τὰ παρόντα τῶν κακῶν, ἀλλὰ τὰ προσδοκώμενα· δέος γὰρ εἶναι προσδοκίαν μέλλοντος κακοῦ—ἢ οὐχ οὕτω καὶ συνδοκεῖ, ὦ Λάχης;
SocratesHold on, then. We agree on that. Now let’s look into what’s to be feared and what’s to be dared, so you don’t think one thing and we another. We’ll tell you what we think, and if you don’t agree, you’ll teach us. We think that what’s to be feared is whatever causes fear, and what’s to be dared is whatever doesn’t. And fear is caused not by evils that have already happened or are present, but by evils that are expected, since fear is the expectation of an evil to come. Or don’t you share this view, Laches?
Socratesτὰ μὲν ἡμέτερα τοίνυν, ὦ Νικία, ἀκούεις, ὅτι δεινὰ μὲν τὰ μέλλοντα κακά φαμεν εἶναι, θαρραλέα δὲ τὰ μὴ κακὰ ἢ ἀγαθὰ μέλλοντα· σὺ δὲ ταύτῃ ἢ ἄλλῃ περὶ τούτων λέγεις;
SocratesThere’s our view, then, Nicias. We say that what’s to be feared is evils to come, and what’s to be dared is things to come that are either not evil or good. Do you put it this way, or some other way?
Niciasταύτῃ ἔγωγε.
NiciasThis way.
Socratesτούτων δέ γε τὴν ἐπιστήμην ἀνδρείαν προσαγορεύεις;
SocratesAnd it’s knowledge of these that you call courage?
Niciasκομιδῇ γε.
NiciasExactly.
Socratesἔτι δὴ τὸ τρίτον σκεψώμεθα εἰ συνδοκεῖ σοί τε καὶ ἡμῖν.
SocratesThen let’s look at a third point too, and see whether you and we agree on it.
Niciasτὸ ποῖον δὴ τοῦτο;
NiciasWhat point is that?
Socratesἐγὼ δὴ φράσω. δοκεῖ γὰρ δὴ ἐμοί τε καὶ τῷδε, περὶ ὅσων ἐστὶν ἐπιστήμη, οὐκ ἄλλη μὲν εἶναι περὶ γεγονότος εἰδέναι ὅπῃ γέγονεν, ἄλλη δὲ περὶ γιγνομένων ὅπῃ γίγνεται, ἄλλη δὲ ὅπῃ ἂν κάλλιστα γένοιτο καὶ γενήσεται τὸ μήπω γεγονός, ἀλλʼ ἡ αὐτή.
SocratesI’ll explain. My friend here and I think that, for any subject there’s knowledge of, it isn’t one knowledge that knows how past things happened, another how present things are happening, and another how what hasn’t happened yet might best happen and will happen. It’s the same knowledge.
οἷον περὶ τὸ ὑγιεινὸν εἰς ἅπαντας τοὺς χρόνους οὐκ ἄλλη τις ἢ ἰατρική, μία οὖσα, ἐφορᾷ καὶ γιγνόμενα καὶ γεγονότα καὶ γενησόμενα ὅπῃ 198e γενήσεται· καὶ περὶ τὰ ἐκ τῆς γῆς αὖ φυόμενα ἡ γεωργία ὡσαύτως ἔχει· καὶ δήπου τὰ περὶ τὸν πόλεμον αὐτοὶ ἂν μαρτυρήσαιτε ὅτι ἡ στρατηγία κάλλιστα προμηθεῖται τά τε ἄλλα καὶ περὶ τὸ μέλλον ἔσεσθαι, οὐδὲ τῇ μαντικῇ οἴεται δεῖν ὑπηρετεῖν ἀλλὰ ἄρχειν, ὡς εἰδυῖα κάλλιον 199a τὰ περὶ τὸν πόλεμον καὶ γιγνόμενα καὶ γενησόμενα· καὶ ὁ νόμος οὕτω τάττει, μὴ τὸν μάντιν τοῦ στρατηγοῦ ἄρχειν, ἀλλὰ τὸν στρατηγὸν τοῦ μάντεως. φήσομεν ταῦτα, ὦ Λάχης;
For example, where health is concerned, at every point in time there’s no knowledge other than medicine. Being one, it oversees what is happening, what has happened, and what will happen, and how 198e it will happen. Farming is the same with what grows from the earth. And as for warfare, you two would surely testify yourselves that generalship has the finest foresight about everything, and especially about what’s going to happen. It doesn’t think it ought to serve the seer’s art but to rule it, because it knows better 199a the affairs of war, both what is happening and what will happen. And the law lays it down this way: the seer doesn’t command the general; the general commands the seer. Shall we say this, Laches?
Socratesτί δέ; σὺ ἡμῖν, ὦ Νικία, σύμφῃς περὶ τῶν αὐτῶν τὴν αὐτὴν ἐπιστήμην καὶ ἐσομένων καὶ γιγνομένων καὶ γεγονότων ἐπαΐειν;
SocratesWell, Nicias? Do you agree with us that the same knowledge understands the same things, whether they’re future, present, or past?
Niciasἔγωγε· δοκεῖ γάρ μοι οὕτως, ὦ Σώκρατες.
NiciasI do. That’s how it seems to me, Socrates.
Socratesοὐκοῦν, ὦ ἄριστε, καὶ ἡ ἀνδρεία τῶν δεινῶν ἐπιστήμη 199b ἐστὶν καὶ θαρραλέων, ὡς φῄς· ἦ γάρ;
SocratesThen, my good friend, courage is knowledge of what is to be feared 199b and what is to be dared, as you say. Isn’t that so?
Socratesτὰ δὲ δεινὰ ὡμολόγηται καὶ τὰ θαρραλέα τὰ μὲν μέλλοντα ἀγαθά, τὰ δὲ μέλλοντα κακὰ εἶναι.
SocratesAnd it’s been agreed that the things to be dared are future goods, and the things to be feared are future evils.
Niciasπάνυ γε.
NiciasCertainly.
Socratesἡ δέ γʼ αὐτὴ ἐπιστήμη τῶν αὐτῶν καὶ μελλόντων καὶ πάντως ἐχόντων εἶναι.
SocratesAnd that the same knowledge deals with the same things, whether they’re in the future or in any state at all.
Niciasἔστι ταῦτα.
NiciasThat’s right.
Socratesοὐ μόνον ἄρα τῶν δεινῶν καὶ θαρραλέων ἡ ἀνδρεία ἐπιστήμη ἐστίν· οὐ γὰρ μελλόντων μόνον πέρι τῶν ἀγαθῶν τε καὶ κακῶν ἐπαΐει, ἀλλὰ καὶ γιγνομένων καὶ γεγονότων 199c καὶ πάντως ἐχόντων, ὥσπερ αἱ ἄλλαι ἐπιστῆμαι.
SocratesSo courage isn’t only knowledge of what’s to be feared and what’s to be dared. It understands goods and evils not only in the future, but also in the present and the past 199c and in any state at all, just as the other kinds of knowledge do.
Socratesμέρος ἄρα ἀνδρείας ἡμῖν, ὦ Νικία, ἀπεκρίνω σχεδόν τι τρίτον· καίτοι ἡμεῖς ἠρωτῶμεν ὅλην ἀνδρείαν ὅτι εἴη. καὶ νῦν δή, ὡς ἔοικεν, κατὰ τὸν σὸν λόγον οὐ μόνον δεινῶν τε καὶ θαρραλέων ἐπιστήμη ἡ ἀνδρεία ἐστίν, ἀλλὰ σχεδόν τι ἡ περὶ πάντων ἀγαθῶν τε καὶ κακῶν καὶ πάντως ἐχόντων, ὡς 199d νῦν αὖ ὁ σὸς λόγος, ἀνδρεία ἂν εἴη. οὕτως αὖ μετατίθεσθαι ἢ πῶς λέγεις, ὦ Νικία;
SocratesSo, Nicias, the answer you gave us covers only about a third of courage. Yet we were asking what courage is as a whole. And now, it seems, on your account courage isn’t only knowledge of what’s to be feared and what’s to be dared. It would be more or less knowledge of all goods and evils in any state at all. That, 199d on your revised account, is what courage would be. Do you accept the change, Nicias, or what do you say?
Socratesδοκεῖ οὖν σοι, ὦ δαιμόνιε, ἀπολείπειν ἄν τι ὁ τοιοῦτος ἀρετῆς, εἴπερ εἰδείη τά τε ἀγαθὰ πάντα καὶ παντάπασιν ὡς γίγνεται καὶ γενήσεται καὶ γέγονε, καὶ τὰ κακὰ ὡσαύτως; καὶ τοῦτον οἴει ἂν σὺ ἐνδεᾶ εἶναι σωφροσύνης ἢ δικαιοσύνης τε καὶ ὁσιότητος, ᾧ γε μόνῳ προσήκει καὶ περὶ θεοὺς καὶ περὶ ἀνθρώπους ἐξευλαβεῖσθαί τε τὰ δεινὰ καὶ τὰ 199e μή, καὶ τἀγαθὰ πορίζεσθαι, ἐπισταμένῳ ὀρθῶς προσομιλεῖν;
SocratesThen do you think, my remarkable friend, that a man like this would lack any part of excellence, if he really knew all good things, and exactly how they come about, will come about, and have come about, and the same for evil things? Do you think he’d be lacking in moderation, or in justice and piety? He alone, in dealings with gods and with human beings alike, is the one whose task it is to guard against what’s to be feared and what 199e isn’t, and to secure good things, since he knows how to deal with them rightly.
Niciasλέγειν τὶ ὦ Σώκρατές μοι δοκεῖς.
NiciasI think there’s something in what you say, Socrates.
Socratesοὐκ ἄρα, ὦ Νικία, μόριον ἀρετῆς ἂν εἴη τὸ νῦν σοι λεγόμενον, ἀλλὰ σύμπασα ἀρετή.
SocratesThen, Nicias, what you’re describing now wouldn’t be a part of excellence, but excellence as a whole.
Niciasἔοικεν.
NiciasSo it seems.
Socratesκαὶ μὴν ἔφαμέν γε τὴν ἀνδρείαν μόριον εἶναι ἓν τῶν τῆς ἀρετῆς.
SocratesAnd yet we said courage was one of the parts of excellence.
Niciasἔφαμεν γάρ.
NiciasWe did.
Socratesτὸ δέ γε νῦν λεγόμενον οὐ φαίνεται.
SocratesBut what we’re describing now doesn’t appear to be a part.
Niciasοὐκ ἔοικεν.
NiciasIt doesn’t seem so.
Socratesοὐκ ἄρα ηὑρήκαμεν, ὦ Νικία, ἀνδρεία ὅτι ἔστιν.
SocratesSo we haven’t found what courage is, Nicias.
Niciasοὐ φαινόμεθα.
NiciasApparently not.
Back to school
The generals trade jibes, and everyone agrees they all need a good teacher, themselves included.
Lachesκαὶ μὴν ἔγωγε, ὦ φίλε Νικία, ᾤμην σε εὑρήσειν, 200a ἐπειδὴ ἐμοῦ κατεφρόνησας Σωκράτει ἀποκριναμένου· πάνυ δὴ μεγάλην ἐλπίδα εἶχον, ὡς τῇ παρὰ τοῦ Δάμωνος σοφίᾳ αὐτὴν ἀνευρήσεις.
LachesAnd here I was, my dear Nicias, thinking you’d find it, 200a since you looked down on me while I was answering Socrates. I had very high hopes that you’d track it down with the wisdom you got from Damon.
Niciasεὖ γε, ὦ Λάχης, ὅτι οὐδὲν οἴει σὺ ἔτι πρᾶγμα εἶναι ὅτι αὐτὸς ἄρτι ἐφάνης ἀνδρείας πέρι οὐδὲν εἰδώς, ἀλλʼ εἰ καὶ ἐγὼ ἕτερος τοιοῦτος ἀναφανήσομαι, πρὸς τοῦτο βλέπεις, καὶ οὐδὲν ἔτι διοίσει, ὡς ἔοικε, σοὶ μετʼ ἐμοῦ μηδὲν εἰδέναι ὧν προσήκει ἐπιστήμην ἔχειν ἀνδρὶ οἰομένῳ τὶ εἶναι. σὺ 200b μὲν οὖν μοι δοκεῖς ὡς ἀληθῶς ἀνθρώπειον πρᾶγμα ἐργάζεσθαι οὐδὲ πρὸς σαυτὸν βλέπειν ἀλλὰ πρὸς τοὺς ἄλλους· ἐγὼ δʼ οἶμαι ἐμοὶ περὶ ὧν ἐλέγομεν νῦν τε ἐπιεικῶς εἰρῆσθαι, καὶ εἴ τι αὐτῶν μὴ ἱκανῶς εἴρηται, ὕστερον ἐπανορθώσεσθαι καὶ μετὰ Δάμωνος—οὗ σύ που οἴει καταγελᾶν, καὶ ταῦτα οὐδʼ ἰδὼν πώποτε τὸν Δάμωνα—καὶ μετʼ ἄλλων· καὶ ἐπειδὰν βεβαιώσωμαι αὐτά, διδάξω καὶ σέ, καὶ οὐ φθονήσω· δοκεῖς 200c γάρ μοι καὶ μάλα σφόδρα δεῖσθαι μαθεῖν.
NiciasVery nice, Laches. You think it no longer matters that you yourself were just shown to know nothing about courage. All you care about is whether I’ll be shown up as another of the same sort. It won’t make any difference to you anymore, it seems, that you and I both know nothing of what a man who thinks he amounts to something ought to understand. You, 200b it seems to me, are doing a thoroughly human thing: looking not at yourself but at others. As for me, I think what I’ve said on our subject has been reasonable enough for now. And if any of it hasn’t been put adequately, I’ll correct it later with the help of Damon—whom you think you can laugh at, though you’ve never even laid eyes on him—and of others. And once I’ve made it secure, I’ll teach you too, and I won’t begrudge it. You seem 200c to me to be in great need of learning.
Lachesσοφὸς γάρ τοι σὺ εἶ, ὦ Νικία. ἀλλʼ ὅμως ἐγὼ Λυσιμάχῳ τῷδε καὶ Μελησίᾳ συμβουλεύω σὲ μὲν καὶ ἐμὲ περὶ τῆς παιδείας τῶν νεανίσκων χαίρειν ἐᾶν, Σωκράτη δὲ τουτονί, ὅπερ ἐξ ἀρχῆς ἔλεγον, μὴ ἀφιέναι· εἰ δὲ καὶ ἐμοὶ ἐν ἡλικίᾳ ἦσαν οἱ παῖδες, ταὐτὰ ἂν ταῦτʼ ἐποίουν.
LachesYou’re a wise man, Nicias, no doubt about it. All the same, my advice to Lysimachus here and Melesias is to say goodbye to you and me where the boys’ education is concerned, and, as I said from the start, not to let Socrates here go. If my own boys were of that age, I’d do exactly the same.
Niciasταῦτα μὲν κἀγὼ συγχωρῶ· ἐάνπερ ἐθέλῃ Σωκράτης τῶν μειρακίων ἐπιμελεῖσθαι, μηδένα ἄλλον ζητεῖν. ἐπεὶ κἂν 200d ἐγὼ τὸν Νικήρατον τούτῳ ἥδιστα ἐπιτρέποιμι, εἰ ἐθέλοι οὗτος· ἀλλὰ γὰρ ἄλλους μοι ἑκάστοτε συνίστησιν, ὅταν τι αὐτῷ περὶ τούτου μνησθῶ, αὐτὸς δὲ οὐκ ἐθέλει. ἀλλʼ ὅρα, ὦ Λυσίμαχε, εἴ τι σοῦ ἂν μᾶλλον ὑπακούοι Σωκράτης.
NiciasI agree with that too. If Socrates is willing to take care of the young men, they shouldn’t look for anyone else. In fact, 200d I’d be delighted to entrust Niceratus to him, if he were willing. But every time I bring up the subject with him, he introduces me to other people and won’t do it himself. Still, Lysimachus, see whether Socrates might listen to you more.
Lysimachusδίκαιόν γέ τοι, ὦ Νικία, ἐπεὶ καὶ ἐγὼ τούτῳ πολλὰ ἂν ἐθελήσαιμι ποιεῖν, ἃ οὐκ ἂν ἄλλοις πάνυ πολλοῖς ἐθέλοιμι. πῶς οὖν φῄς, ὦ Σώκρατες; ὑπακούσῃ τι καὶ συμπροθυμήσῃ ὡς βελτίστοις γενέσθαι τοῖς μειρακίοις;
LysimachusThat would only be fair, Nicias, since I’d be willing to do a great deal for him that I wouldn’t be willing to do for many others. So what do you say, Socrates? Will you listen to us and share our eagerness for the boys to become as good as possible?
Socratesκαὶ γὰρ ἂν δεινὸν εἴη, ὦ Λυσίμαχε, τοῦτό γε, μὴ ἐθέλειν τῳ συμπροθυμεῖσθαι ὡς βελτίστῳ γενέσθαι. εἰ μὲν οὖν ἐν τοῖς διαλόγοις τοῖς ἄρτι ἐγὼ μὲν ἐφάνην εἰδώς, τώδε δὲ μὴ εἰδότε, δίκαιον ἂν ἦν ἐμὲ μάλιστα ἐπὶ τοῦτο τὸ ἔργον παρακαλεῖν, νῦν δʼ ὁμοίως γὰρ πάντες ἐν ἀπορίᾳ ἐγενόμεθα· τί οὖν ἄν τις ἡμῶν τίνα προαιροῖτο; ἐμοὶ μὲν οὖν δὴ αὐτῷ 201a δοκεῖ οὐδένα· ἀλλʼ ἐπειδὴ ταῦτα οὕτως ἔχει, σκέψασθε ἄν τι δόξω συμβουλεύειν ὑμῖν. ἐγὼ γάρ φημι χρῆναι, ὦ ἄνδρες —οὐδεὶς γὰρ ἔκφορος λόγος—κοινῇ πάντας ἡμᾶς ζητεῖν μάλιστα μὲν ἡμῖν αὐτοῖς διδάσκαλον ὡς ἄριστον—δεόμεθα γάρ—ἔπειτα καὶ τοῖς μειρακίοις, μήτε χρημάτων φειδομένους μήτε ἄλλου μηδενός· ἐᾶν δὲ ἡμᾶς αὐτοὺς ἔχειν ὡς νῦν ἔχομεν οὐ συμβουλεύω.
SocratesYes, Lysimachus, it would be a terrible thing to be unwilling to share anyone’s eagerness to become as good as possible. Now if, in the conversations just now, I had seemed to know and these two not to, it would be right to call on me above all for this work. But as it is, we all ended up equally at a loss. So why would anyone choose any one of us over the others? In my own view, 201a none of us. But since that’s how things stand, see whether my advice seems worth anything to you. I say, gentlemen—and this stays between us—that we should all join together in looking for the best teacher we can find, first for ourselves, since we need one, and then for the young men, sparing neither money nor anything else. What I don’t advise is that we leave ourselves as we are now.
εἰ δέ τις ἡμῶν καταγελάσεται, ὅτι 201b τηλικοίδε ὄντες εἰς διδασκάλων ἀξιοῦμεν φοιτᾶν, τὸν Ὅμηρον δοκεῖ μοι χρῆναι προβάλλεσθαι, ὃς ἔφη οὐκ ἀγαθὴν εἶναι αἰδῶ κεχρημένῳ ἀνδρὶ παρεῖναι. καὶ ἡμεῖς οὖν ἐάσαντες χαίρειν εἴ τίς τι ἐρεῖ, κοινῇ ἡμῶν αὐτῶν καὶ τῶν μειρακίων ἐπιμέλειαν ποιησώμεθα.
And if anyone laughs at us because, 201b at our age, we think fit to go to school, I think we should hold up Homer as our shield, who said that “shame is no good companion for a man in need.” So let’s not mind if anyone says anything, and let’s take care of ourselves and the young men together.
Lysimachusἐμοὶ μὲν ἀρέσκει, ὦ Σώκρατες, ἃ λέγεις· καὶ ἐθέλω, ὅσῳπερ γεραίτατός εἰμι, τοσούτῳ προθυμότατα μανθάνειν μετὰ τῶν νεανίσκων. ἀλλά μοι οὑτωσὶ ποίησον· αὔριον 201c ἕωθεν ἀφίκου οἴκαδε καὶ μὴ ἄλλως ποιήσῃς, ἵνα βουλευσώμεθα περὶ αὐτῶν τούτων, τὸ δὲ νῦν εἶναι τὴν συνουσίαν διαλύσωμεν.
LysimachusI like what you say, Socrates. And the older I am, the more eager I am to learn along with the young men. But do this for me. Tomorrow 201c at dawn, come to my house—don’t fail me—so we can consult about these very matters. For now, let’s bring our gathering to a close.
Socratesἀλλὰ ποιήσω, ὦ Λυσίμαχε, ταῦτα, καὶ ἥξω παρὰ σὲ αὔριον, ἐὰν θεὸς ἐθέλῃ.
SocratesI’ll do that, Lysimachus. I’ll come to you tomorrow, god willing.