Electra
Before the palace of the house of Atreus at Mycenae, at dawn. · Orestes returns in secret to avenge his father, and Electra waits.
Prologue
Orestes, his old Tutor and Pylades arrive and plan a trick; Electra mourns her father at dawn.
Tutorὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ
Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖνʼ ἔξεστί σοι
παρόντι λεύσσειν, ὧν πρόθυμος ἦσθʼ ἀεί.
τὸ γὰρ παλαιὸν Ἄργος οὑπόθεις τόδε,
τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης·
αὕτη δʼ, Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦ
ἀγορὰ Λύκειος· οὑξ ἀριστερᾶς δʼ ὅδε
Ἥρας ὁ κλεινὸς ναός· οἷ δʼ ἱκάνομεν,
φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν
πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε,
ὅθεν σε πατρὸς ἐκ φονῶν ἐγώ ποτε
πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν
ἤνεγκα κἀξέσωσα κἀξεθρεψάμην
τοσόνδʼ ἐς ἥβης, πατρὶ τιμωρὸν φόνου.
TutorSon of Agamemnon, who once commanded the army at Troy, now you can see with your own eyes what you’ve always longed for. Here is the ancient Argos you yearned for, the sacred grove of Inachus’ daughter, whom the gadfly drove mad. And this, Orestes, is the Lycean marketplace of the wolf-killing god; and here on the left is Hera’s famous temple. As for the place we’ve come to, you can say you’re looking at Mycenae, rich in gold, and at this house of the line of Pelops, rich in death. It was from here, after your father was murdered, that I once took you from the hands of your sister, your own blood. I carried you off and saved you and raised you to this age, to avenge your father’s murder.
νῦν οὖν, Ὀρέστα καὶ σὺ φίλτατε ξένων
Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον·
ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλας
ἑῷα κινεῖ φθέγματʼ ὀρνίθων σαφῆ
μέλαινά τʼ ἄστρων ἐκλέλοιπεν εὐφρόνη.
πρὶν οὖν τινʼ ἀνδρῶν ἐξοδοιπορεῖν στέγης,
ξυνάπτετον λόγοισιν· ὡς ἐνταῦθʼ ἐμέν,
ἵνʼ οὐκέτʼ ὀκνεῖν καιρός, ἀλλʼ ἔργων ἀκμή.
So now, Orestes, and you, Pylades, dearest of our hosts, we have to decide quickly what to do. The sun’s bright light is already waking the birds’ clear morning songs, and the black night of the stars has gone. So before anyone comes out of the house, put your heads together. We’ve reached the point where there’s no more time for hesitating. It’s the moment for action.
Orestesὦ φίλτατʼ ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ
σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς.
ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων,
ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν,
ἀλλʼ ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ
ἡμᾶς τʼ ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπει.
τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δὲ
ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς,
εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον.
ἐγὼ γὰρ ἡνίχʼ ἱκόμην τὸ Πυθικὸν
μαντεῖον, ὡς μάθοιμʼ ὅτῳ τρόπῳ πατρὶ
δίκας ἀροίμην τῶν φονευσάντων πάρα,
χρῇ μοι τοιαῦθʼ ὁ Φοῖβος ὧν πεύσει τάχα·
OrestesDearest of servants, what clear signs you give me of how good you’ve been to us! A well-bred horse, even when it’s old, doesn’t lose its spirit in danger but pricks up its ears. In just the same way you urge us on and follow among the first yourself. So I’ll explain what we’ve decided. Listen sharply to what I say, and if I miss the mark anywhere, set me right. When I went to the Pythian oracle to learn how I might win justice for my father from the men who murdered him, Phoebus gave me an answer you’ll hear in a moment:
ἄσκευον αὐτὸν ἀσπίδων τε καὶ στρατοῦ
δόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς.
ὅτʼ οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν,
σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ,
δόμων ἔσω τῶνδʼ, ἴσθι πᾶν τὸ δρώμενον,
ὅπως ἂν εἰδὼς ἡμὶν ἀγγείλῃς σαφῆ.
οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ μακρῷ
γνῶσʼ, οὐδʼ ὑποπτεύσουσιν ὧδʼ ἠνθισμένον.
λόγῳ δὲ χρῶ τοιῷδʼ, ὅτι ξένος μὲν εἶ
Φωκέως παρʼ ἀνδρὸς Φανοτέως ἥκων· ὃ γὰρ
μέγιστος αὐτοῖς τυγχάνει δορυξένων.
that I should go myself, with no shields and no army, and by trickery steal the slaughter my hand is owed in justice. Since that’s the oracle we heard, you go into this house when the chance lets you in, and find out everything that’s going on, so that you can bring us clear news. With your age and all these years, they’ll never recognize you; with that gray hair they won’t suspect you. Use this story: that you’re a stranger, come from Phanoteus, a man of Phocis. He happens to be their most important ally.
ἄγγελλε δʼ ὅρκον προστιθεὶς ὁθούνεκα
τέθνηκʼ Ὀρέστης ἐξ ἀναγκαίας τύχης,
ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτων
δίφρων κυλισθείς· ὧδʼ ὁ μῦθος ἑστάτω.
And tell them, adding an oath, that Orestes is dead by a fate he couldn’t escape: that he was thrown from his speeding chariot at the Pythian Games. Let that be the story.
ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο,
λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖς
στέψαντες εἶτʼ ἄψορρον ἥξομεν πάλιν,
τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν,
ὃ καὶ σὺ θάμνοις οἶσθά που κεκρυμμένον,
ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτιν
φέρωμεν αὐτοῖς, τοὐμὸν ὡς ἔρρει δέμας
φλογιστὸν ἤδη καὶ κατηνθρακωμένον.
τί γάρ με λυπεῖ τοῦθʼ, ὅταν λόγῳ θανὼν
ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος;
δοκῶ μέν, οὐδὲν ῥῆμα σὺν κέρδει κακόν.
Meanwhile we’ll go to my father’s tomb, as the god commanded, and honor it first with libations and locks of hair cut from our heads. Then we’ll come back again, carrying in our hands the bronze-sided urn that, as you know, is hidden somewhere in the bushes. That way we can deceive them with our story and bring them the welcome news that my body is gone, already burned and turned to ash. Why should it hurt me to die in word if in deed I survive and win glory? In my view, no word that brings profit is bad.
ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς
λόγῳ μάτην θνῄσκοντας· εἶθʼ, ὅταν δόμους
ἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον·
ὡς κἄμʼ ἐπαυχῶ τῆσδε τῆς φήμης ἄπο
δεδορκότʼ ἐχθροῖς ἄστρον ὣς λάμψειν ἔτι.
ἀλλʼ, ὦ πατρῴα γῆ θεοί τʼ ἐγχώριοι,
δέξασθέ μʼ εὐτυχοῦντα ταῖσδε ταῖς ὁδοῖς,
σύ τʼ, ὦ πατρῷον δῶμα· σοῦ γὰρ ἔρχομαι
δίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος·
καὶ μή μʼ ἄτιμον τῆσδʼ ἀποστείλητε γῆς,
ἀλλʼ ἀρχέπλουτον καὶ καταστάτην δόμων.
I’ve often seen even wise men falsely reported dead; then, when they come home again, they’re honored all the more. So I’m confident that I too will come out of this rumor alive and shine on my enemies like a star. Land of my fathers, and gods of this place, receive me with good fortune on this journey. And you, house of my fathers: I come as your purifier, in justice, sent by the gods. Don’t send me away from this land dishonored, but make me master of its wealth and restorer of the house.
εἴρηκα μέν νυν ταῦτα· σοὶ δʼ ἤδη, γέρον,
τὸ σὸν μελέσθω βάντι φρουρῆσαι χρέος.
νὼ δʼ ἔξιμεν· καιρὸς γάρ, ὅσπερ ἀνδράσιν
μέγιστος ἔργου παντός ἐστʼ ἐπιστάτης.
That’s what I have to say. Now, old man, go and see to your task. We two will be on our way. It’s time, and the right time is the greatest master of everything men undertake.
Tutorκαὶ μὴν θυρῶν ἔδοξα προσπόλων τινὸς
ὑποστενούσης ἔνδον αἰσθέσθαι, τέκνον.
TutorWait—I thought I heard one of the servant women inside the door, moaning, son.
Orestesἆρʼ ἐστὶν ἡ δύστηνος Ἠλέκτρα· θέλεις
μείνωμεν αὐτοῦ κἀπακούσωμεν γόων;
OrestesCould that be unhappy Electra? Do you want us to stay here and listen to her wailing?
Tutorἥκιστα· μηδὲν πρόσθεν ἢ τὰ Λοξίου
πειρώμεθʼ ἔρδειν κἀπὸ τῶνδʼ ἀρχηγετεῖν,
πατρὸς χέοντες λουτρά· ταῦτα γὰρ φέρει
νίκην τʼ ἐφʼ ἡμῖν καὶ κράτος τῶν δρωμένων.
TutorCertainly not. Let’s not try to do anything before we’ve carried out Loxias’ orders. We start with those, pouring offerings for your father. That’s what will bring us victory and mastery in what we do.
Electraὦ φάος ἁγνὸν
καὶ γῆς ἰσόμοιρʼ ἀήρ, ὥς μοι
πολλὰς μὲν θρήνων ᾠδάς,
πολλὰς δʼ ἀντήρεις ᾔσθου
στέρνων πληγὰς αἱμασσομένων,
ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ·
τὰ δὲ παννυχίδων ἤδη στυγεραὶ
ξυνίσασʼ εὐναὶ μογερῶν οἴκων,
ὅσα τὸν δύστηνον ἐμὸν θρηνῶ
πατέρʼ, ὃν κατὰ μὲν βάρβαρον αἶαν
φοίνιος Ἄρης οὐκ ἐξένισεν,
μήτηρ δʼ ἡμὴ χὠ κοινολεχὴς
Αἴγισθος ὅπως δρῦν ὑλοτόμοι
σχίζουσι κάρα φονίῳ πελέκει,
κοὐδεὶς τούτων οἶκτος ἀπʼ ἄλλης
ἢ ʼμοῦ φέρεται, σοῦ, πάτερ, οὕτως
αἰκῶς οἰκτρῶς τε θανόντος.
ElectraPure light,
and air, sharer with earth of an equal portion,
how many songs of lament
you have heard from me,
how many blows struck at my bleeding breast,
whenever dark night gives way.
And my hateful bed in this house of pain
already knows my all-night vigils,
how I lament my wretched father,
whom bloody Ares never made his guest
in a foreign land;
no, my mother and her bedfellow
Aegisthus split his head
with a murderous axe,
the way woodcutters split an oak.
And no pity for this comes from anyone
but me, Father,
though you died so cruelly, so pitiably.
ἀλλʼ οὐ μὲν δὴ
λήξω θρήνων στυγερῶν τε γόων,
ἔστʼ ἂν παμφεγγεῖς ἄστρων
ῥιπάς, λεύσσω δὲ τόδʼ ἦμαρ,
μὴ οὐ τεκνολέτειρʼ ὥς τις ἀηδὼν
ἐπὶ κωκυτῷ τῶνδε πατρῴων
πρὸ θυρῶν ἠχὼ πᾶσι προφωνεῖν.
ὦ δῶμʼ Ἀΐδου καὶ Περσεφόνης,
ὦ χθόνιʼ Ἑρμῆ καὶ πότνιʼ Ἀρὰ
σεμναί τε θεῶν παῖδες Ἐρινύες,
αἳ τοὺς ἀδίκως θνῄσκοντας ὁρᾶθʼ,
αἳ τοὺς εὐνὰς ὑποκλεπτομένους,
ἔλθετʼ, ἀρήξατε, τίσασθε πατρὸς
φόνον ἡμετέρου,
καί μοι τὸν ἐμὸν πέμψατʼ ἀδελφόν·
μούνη γὰρ ἄγειν οὐκέτι σωκῶ
λύπης ἀντίρροπον ἄχθος.
But no, I will not
stop my laments and my hateful wailing
as long as I look on the stars’ bright flashing
and look on this daylight;
like a nightingale who killed her young
I will cry out my wailing
here before my father’s doors for all to hear.
House of Hades and Persephone,
Hermes of the world below, and holy Curse,
and you, revered Furies, children of the gods,
who watch those who die unjustly,
who watch those whose marriage beds are stolen,
come, help me, avenge
our father’s murder,
and send my brother to me.
Alone I no longer have the strength
to bear the weight of grief that pulls against me.
Parodos
The women of Mycenae urge Electra to restrain her grief, and she refuses to stop mourning.
Chorusὦ παῖ, παῖ δυστανοτάτας
Ἠλέκτρα ματρός, τίνʼ ἀεὶ
τάκεις ὧδʼ ἀκόρεστον οἰμωγὰν
τὸν πάλαι ἐκ δολερᾶς ἀθεώτατα
ματρὸς ἁλόντʼ ἀπάταις Ἀγαμέμνονα
κακᾷ τε χειρὶ πρόδοτον; ὡς ὁ τάδε πορὼν
ὄλοιτʼ, εἴ μοι θέμις τάδʼ αὐδᾶν.
ChorusChild, Electra, child
of a most wretched mother, why do you always
waste away like this in endless lament
for Agamemnon, caught long ago
in the godless snares of your treacherous mother,
betrayed by a vile hand?
May whoever did this perish,
if it is right for me to say so.
Electraὦ γενέθλα γενναίων,
ἥκετʼ ἐμῶν καμάτων παραμύθιον.
οἶδά τε καὶ ξυνίημι τάδʼ, οὔ τί με
φυγγάνει, οὐδʼ ἐθέλω προλιπεῖν τόδε,
μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρʼ ἄθλιον.
ἀλλʼ ὦ παντοίας φιλότητος ἀμειβόμεναι χάριν,
ἐᾶτέ μʼ ὧδʼ ἀλύειν,
αἰαῖ, ἱκνοῦμαι.
ElectraDaughters of noble fathers,
you’ve come to comfort me in my troubles.
I know, I understand all this, nothing escapes me;
but I won’t give this up,
I won’t stop mourning my unhappy father.
You who repay me with friendship of every kind,
let me wander in my grief like this—/ ah, ah, I beg you.
Chorusἀλλʼ οὔτοι τόν γʼ ἐξ Ἀΐδα
παγκοίνου λίμνας πατέρʼ ἀν-
στάσεις οὔτε γόοισιν οὔτʼ εὐχαῖς.
ἀλλʼ ἀπὸ τῶν μετρίων ἐπʼ ἀμήχανον
ἄλγος ἀεὶ στενάχουσα διόλλυσαι,
ἐν οἷς ἀνάλυσίς ἐστιν οὐδεμία κακῶν.
τί μοι τῶν δυσφόρων ἐφίει;
ChorusBut you will never raise your father
from the marsh of Hades that receives us all,
not with wailing, not with prayers.
Leaving moderation behind for grief past all remedy,
forever lamenting, you are destroying yourself,
in troubles from which there is no release.
Why do you long for what is so hard to bear?
Electraνήπιος ὃς τῶν οἰκτρῶς
οἰχομένων γονέων ἐπιλάθεται.
ἀλλʼ ἐμέ γʼ ἁ στονόεσσʼ ἄραρεν φρένας,
ἃ Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται,
ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος.
ἰὼ παντλάμων Νιόβα, σὲ δʼ ἔγωγε νέμω θεόν,
ἅτʼ ἐν τάφῳ πετραίῳ
αἰεὶ δακρύεις.
ElectraFoolish is the one who forgets
parents who died pitiably.
No, my heart is one with the grieving bird
who cries for Itys, always Itys,
the frantic bird, Zeus’ messenger.
Oh, all-suffering Niobe, I count you a goddess,
you who in your tomb of stone
weep forever.
Chorusοὔτοι σοὶ μούνᾳ, τέκνον,
ἄχος ἐφάνη βροτῶν,
πρὸς ὅ τι σὺ τῶν ἔνδον εἶ περισσά,
οἷς ὁμόθεν εἶ καὶ γονᾷ ξύναιμος,
οἵα Χρυσόθεμις ζώει καὶ Ἰφιάνασσα,
κρυπτᾷ τʼ ἀχέων ἐν ἥβᾳ,
ὄλβιος, ὃν ἁ κλεινὰ
γᾶ ποτε Μυκηναίων
δέξεται εὐπατρίδαν, Διὸς εὔφρονι
βήματι μολόντα τάνδε γᾶν Ὀρέσταν.
ChorusNot to you alone, child,
of all mortals has grief come,
that you should go so far beyond those indoors,
your kin from the same father, of the same blood:
see how Chrysothemis lives, and Iphianassa,
and he who grieves through a youth spent in hiding,
and yet is blessed—he whom the famous
land of Mycenae will one day
welcome, nobly born,
when he comes to this land with Zeus’ kindly guidance: Orestes.
Electraὅν γʼ ἐγὼ ἀκάματα προσμένουσʼ, ἄτεκνος,
τάλαινʼ, ἀνύμφευτος αἰὲν οἰχνῶ,
δάκρυσι μυδαλέα, τὸν ἀνήνυτον
οἶτον ἔχουσα κακῶν· ὁ δὲ λάθεται
ὧν τʼ ἔπαθʼ ὧν τʼ ἐδάη. τί γὰρ οὐκ ἐμοὶ
ἔρχεται ἀγγελίας ἀπατώμενον;
ἀεὶ μὲν γὰρ ποθεῖ,
ποθῶν δʼ οὐκ ἀξιοῖ φανῆναι.
ElectraYes, him I wait for tirelessly,
childless, miserable, unmarried, I go on and on,
soaked in tears,
bearing my endless doom of troubles.
But he forgets
what he suffered and what he learned.
What message ever reaches me
that isn’t proved false?
He is always longing to come,
but longing, he doesn’t see fit to appear.
Chorusθάρσει μοι, θάρσει, τέκνον.
ἔτι μέγας οὐρανῷ
Ζεύς, ὃς ἐφορᾷ πάντα καὶ κρατύνει·
ᾧ τὸν ὑπεραλγῆ χόλον νέμουσα
μήθʼ οἷς ἐχθαίρεις ὑπεράχθεο μήτʼ ἐπιλάθου·
χρόνος γὰρ εὐμαρὴς θεός.
οὔτε γὰρ ὁ τὰν Κρῖσαν
βούνομον ἔχων ἀκτὰν
παῖς Ἀγαμεμνονίδας ἀπερίτροπος
οὔθʼ ὁ παρὰ τὸν Ἀχέροντα θεὸς ἀνάσσων.
ChorusTake heart, child, take heart.
Zeus is still great in heaven,
who watches over all things and rules them.
Leave to him your anger that grieves too much;
don’t rage too far against those you hate, and don’t forget them.
Time is a god who makes things easy.
For the son of Agamemnon,
who lives by Crisa’s shore where the cattle graze,
is not heedless,
nor is the god who reigns beside Acheron.
Electraἀλλʼ ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη
βίοτος ἀνέλπιστος, οὐδʼ ἔτʼ ἀρκῶ·
ἅτις ἄνευ τεκέων κατατάκομαι,
ἇς φίλος οὔτις ἀνὴρ ὑπερίσταται,
ἀλλʼ ἁπερεί τις ἔποικος ἀναξία
οἰκονομῶ θαλάμους πατρός, ὧδε μὲν
ἀεικεῖ σὺν στολᾷ,
κεναῖς δʼ ἀμφίσταμαι τραπέζαις.
ElectraBut most of my life has already gone by
without hope, and I can’t hold out any longer.
I waste away without children,
with no man who loves me to stand by me;
like some lowly foreigner
I serve in my father’s rooms,
dressed in shabby clothes like these,
and I stand by tables that are bare.
Chorusοἰκτρὰ μὲν νόστοις αὐδά,
οἰκτρὰ δʼ ἐν κοίταις πατρῴαις
ὅτε οἱ παγχάλκων ἀνταία
γενύων ὡρμάθη πλαγά.
δόλος ἦν ὁ φράσας, ἔρος ὁ κτείνας,
δεινὰν δεινῶς προφυτεύσαντες
μορφάν, εἴτʼ οὖν θεὸς εἴτε βροτῶν
ἦν ὁ ταῦτα πράσσων.
ChorusPitiful was the cry at his homecoming,
pitiful on your father’s couch,
when the blow of the axe’s bronze jaws
was launched straight at him.
Deceit planned it, desire killed him;
together they dreadfully bred
a dreadful shape, whether it was a god
or a mortal who did this.
Electraὦ πασᾶν κείνα πλέον ἁμέρα
ἐλθοῦσʼ ἐχθίστα δή μοι·
ὦ νύξ, ὦ δείπνων ἀρρήτων
ἔκπαγλʼ ἄχθη,
τοὺς ἐμὸς ἴδε πατὴρ
θανάτους αἰκεῖς διδύμαιν χειροῖν,
αἳ τὸν ἐμὸν εἷλον βίον πρόδοτον, αἵ μʼ ἀπώλεσαν·
οἷς θεὸς ὁ μέγας Ὀλύμπιος
ποίνιμα πάθεα παθεῖν πόροι,
μηδέ ποτʼ ἀγλαΐας ἀποναίατο
τοιάδʼ ἀνύσαντες ἔργα.
ElectraThat day, more hateful to me
than any day that ever came!
That night, the monstrous horror
of that unspeakable feast,
when my father saw shameful death
from two hands,
the hands that seized my life and betrayed it,
the hands that destroyed me!
May the great god of Olympus
give them sufferings in retribution,
and may they never enjoy their splendor
after doing such deeds.
Chorusφράζου μὴ πόρσω φωνεῖν.
οὐ γνώμαν ἴσχεις ἐξ οἵων
τὰ παρόντʼ οἰκείας εἰς ἄτας
ἐμπίπτεις οὕτως αἰκῶς;
πολὺ γάρ τι κακῶν ὑπερεκτήσω,
σᾷ δυσθύμῳ τίκτουσʼ ἀεὶ
ψυχᾷ πολέμους· τὰ δὲ τοῖς δυνατοῖς
οὐκ ἐριστὰ πλάθειν.
ChorusTake care not to say any more.
Don’t you understand how, from where you stand now,
you are falling into ruin of your own making,
so miserably?
You have piled up far more trouble for yourself,
forever breeding wars
in your sullen soul. But with those in power
there’s no picking a fight.
Electraδεινοῖς ἠναγκάσθην, δεινοῖς·
ἔξοιδʼ, οὐ λάθει μʼ ὀργά.
ἀλλʼ ἐν γὰρ δεινοῖς οὐ σχήσω
ταύτας ἄτας,
ὄφρα με βίος ἔχῃ.
τίνι γάρ ποτʼ ἄν, ὦ φιλία γενέθλα,
πρόσφορον ἀκούσαιμʼ ἔπος, τίνι φρονοῦντι καίρια;
ἄνετέ μʼ ἄνετε, παράγοροι·
τάδε γὰρ ἄλυτα κεκλήσεται,
οὐδέ ποτʼ ἐκ καμάτων ἀποπαύσομαι
ἀνάριθμος ὧδε θρήνων.
ElectraTerrible things forced me to it, terrible things.
I know it, my anger doesn’t escape me.
But even among terrible things I won’t hold back
this ruin of mine
as long as life is in me.
Dear friends, from whom could I ever
hear a fitting word,
from whom with any sense of what is right?
Let me be, let me be, you who would comfort me.
These troubles will be called past all release,
and I will never rest from my sorrows
or my laments without number.
Chorusἀλλʼ οὖν εὐνοίᾳ γʼ αὐδῶ,
μάτηρ ὡσεί τις πιστά,
μὴ τίκτειν σʼ ἄταν ἄταις.
ChorusStill, I speak out of kindness,
like a mother you can trust:
don’t breed ruin upon ruin.
Electraκαὶ τί μέτρον κακότατος ἔφυ; φέρε,
πῶς ἐπὶ τοῖς φθιμένοις ἀμελεῖν καλόν;
ἐν τίνι τοῦτʼ ἔβλαστʼ ἀνθρώπων;
μήτʼ εἴην ἔντιμος τούτοις
μήτʼ, εἴ τῳ πρόσκειμαι χρηστῷ,
ξυνναίοιμʼ εὔκηλος, γονέων
ἐκτίμους ἴσχουσα πτέρυγας
ὀξυτόνων γόων.
εἰ γὰρ ὁ μὲν θανὼν γᾶ τε καὶ οὐδὲν ὢν
κείσεται τάλας,
οἱ δὲ μὴ πάλιν
δώσουσʼ ἀντιφόνους δίκας,
ἔρροι τʼ ἂν αἰδὼς
ἁπάντων τʼ εὐσέβεια θνατῶν.
ElectraAnd what limit can there be to misery? Tell me,
how can it be right to neglect the dead?
In what human being was that ever born?
May I never be honored by such people,
and if I have any blessing,
may I never live with it at ease,
clipping the wings
of my shrill wailing
and so dishonoring my father.
For if the dead man, earth and nothing,
is to lie there in his misery,
and they don’t pay in turn
the justice of death for death,
then shame is gone,
and all reverence among mortals.
First Episode
Electra describes her life; Chrysothemis brings offerings their mother sent after a frightening dream.
Chorusἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδουσʼ ἅμα
καὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶς
λέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθʼ ἅμα.
ChorusChild, I came here out of concern for you and for myself as well. If what I say isn’t right, have it your way; we’ll follow you.
Electraαἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ
πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν.
ἀλλʼ ἡ βία γὰρ ταῦτʼ ἀναγκάζει με δρᾶν,
σύγγνωτε· πῶς γὰρ ἥτις εὐγενὴς γυνή,
πατρῷʼ ὁρῶσα πήματʼ, οὐ δρῴη τάδʼ ἄν;
ἁγὼ κατʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ἀεὶ
θάλλοντα μᾶλλον ἢ καταφθίνονθʼ ὁρῶ·
ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μʼ ἐγείνατο,
ἔχθιστα συμβέβηκεν· εἶτα δώμασιν
ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς
ξύνειμι, κἀκ τῶνδʼ ἄρχομαι κἀκ τῶνδέ μοι
λαβεῖν θʼ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει.
ElectraWomen, I’m ashamed if you think I take things too hard with all my laments. But I’m forced to do this; forgive me. How could any woman of noble birth not do what I’m doing, when she sees the sufferings of her father’s house? And I see them day and night, always growing rather than fading. First of all, things between me and my mother, the woman who gave birth to me, have turned into the bitterest hatred. Then I live in my own house with my father’s murderers. They rule me, and it’s up to them whether I get anything or go without.
ἔπειτα ποίας ἡμέρας δοκεῖς μʼ ἄγειν,
ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντʼ ἴδω
τοῖσιν πατρῴοις, εἰσίδω δʼ ἐσθήματα
φοροῦντʼ ἐκείνῳ ταὐτὰ καὶ παρεστίους
σπένδοντα λοιβὰς ἔνθʼ ἐκεῖνον ὤλεσεν,
ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν,
τὸν αὐτοέντην ἡμὶν ἐν κοίτῃ πατρὸς
ξὺν τῇ ταλαίνῃ μητρί, μητέρʼ εἰ χρεὼν
ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην·
ἡ δʼ ὧδε τλήμων ὥστε τῷ μιάστορι
ξύνεστʼ, ἐρινὺν οὔτινʼ ἐκφοβουμένη·
ἀλλʼ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις,
εὑροῦσʼ ἐκείνην ἡμέραν, ἐν ᾗ τότε
πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν,
ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ
θεοῖσιν ἔμμηνʼ ἱερὰ τοῖς σωτηρίοις.
And then what kind of days do you think I spend, when I see Aegisthus sitting on my father’s throne, when I see him wearing the very clothes my father wore and pouring libations at the hearth where he killed him? And when I see the crowning outrage of all: the murderer in my father’s bed with my wretched mother—if I should call her mother, the woman who sleeps with him. She’s so brazen that she lives with that polluted man and fears no Fury at all. No—as if she were laughing at what she did, she has marked the day on which she killed my father by treachery, and on that day every month she holds dances and sacrifices sheep to the gods who saved her.
ἐγὼ δʼ ὁρῶσʼ ἡ δύσμορος κατὰ στέγας
κλαίω, τέτηκα, κἀπικωκύω πατρὸς
τὴν δυστάλαιναν δαῖτʼ ἐπωνομασμένην
αὐτὴ πρὸς αὑτήν. οὐδὲ γὰρ κλαῦσαι πάρα
τοσόνδʼ ὅσον μοι θυμὸς ἡδονὴν φέρει.
αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴ
φωνοῦσα τοιάδʼ ἐξονειδίζει κακά·
ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ
τέθνηκεν; ἄλλος δʼ οὔτις ἐν πένθει βροτῶν;
κακῶς ὄλοιο, μηδέ σʼ ἐκ γόων ποτὲ
τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί.
And I see it, and in my misery I weep in the house, and waste away, and wail over the wretched feast named after my father—alone, to myself. I’m not even allowed to cry as much as my heart would like. For this woman, so noble in her talk, shouts abuse at me like this: “You godforsaken, hateful thing, are you the only one whose father has died? Is no one else in the world in mourning? May you die a miserable death, and may the gods below never free you from the wailing you’re doing now!”
τάδʼ ἐξυβρίζει· πλὴν ὅταν κλύῃ τινὸς
ἥξοντʼ Ὀρέστην· τηνικαῦτα δʼ ἐμμανὴς
βοᾷ παραστᾶσʼ· οὐ σύ μοι τῶνδʼ αἰτία;
οὐ σὸν τόδʼ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν
κλέψασʼ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου;
ἀλλʼ ἴσθι τοι τίσουσά γʼ ἀξίαν δίκην.
τοιαῦθʼ ὑλακτεῖ, σὺν δʼ ἐποτρύνει πέλας
ὁ κλεινὸς αὐτῇ ταὐτὰ νυμφίος παρών,
ὁ πάντʼ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη,
ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος.
ἐγὼ δʼ Ὀρέστην τῶνδε προσμένουσʼ ἀεὶ
παυστῆρʼ ἐφήξειν ἡ τάλαινʼ ἀπόλλυμαι.
That’s how she insults me—except when she hears from someone that Orestes is coming. Then she comes up to me in a frenzy and screams: “Isn’t this your fault? Isn’t this your doing—you who stole Orestes out of my hands and smuggled him away? Well, you can be sure you’ll pay the punishment you deserve.” That’s how she barks, and beside her that famous bridegroom of hers eggs her on in the same way, that complete coward, that walking disaster, who fights his battles with women’s help. And I, forever waiting for Orestes to come and put an end to this, am dying in my misery.
μέλλων γὰρ ἀεὶ δρᾶν τι τὰς οὔσας τέ μου
καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν.
ἐν οὖν τοιούτοις οὔτε σωφρονεῖν, φίλαι,
οὔτʼ εὐσεβεῖν πάρεστιν· ἀλλʼ ἔν τοι κακοῖς
πολλή ʼστʼ ἀνάγκη κἀπιτηδεύειν κακά.
He’s always about to do something, and so he has destroyed every hope I had and every hope I might have had. In a situation like this, friends, there’s no room for being sensible or reverent. When you’re surrounded by evil, you’re forced to practice evil too.
Chorusφέρʼ εἰπέ, πότερον ὄντος Αἰγίσθου πέλας
λέγεις τάδʼ ἡμῖν ἢ βεβῶτος ἐκ δόμων;
ChorusTell me, is Aegisthus nearby while you’re saying this to us, or has he left the house?
Electraἦ κάρτα· μὴ δόκει μʼ ἄν, εἴπερ ἦν πέλας,
θυραῖον οἰχνεῖν· νῦν δʼ ἀγροῖσι τυγχάνει.
ElectraHe’s gone, of course. Don’t imagine I’d be wandering outside if he were near. As it is, he happens to be out in the country.
Chorusἦ κἂν ἐγὼ θαρσοῦσα μᾶλλον ἐς λόγους
τοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτʼ ἔχει;
ChorusThen could I talk with you more freely, if that’s how things are?
Electraὡς νῦν ἀπόντος ἱστόρει· τί σοι φίλον;
ElectraHe’s away now, so ask. What would you like to know?
Chorusκαὶ δή σʼ ἐρωτῶ· τοῦ κασιγνήτου τί φής,
ἥξοντος ἢ μέλλοντος; εἰδέναι θέλω.
ChorusAll right, I’m asking. What do you say about your brother—is he coming, or putting it off? I want to know.
Electraφησίν γε· φάσκων δʼ οὐδὲν ὧν λέγει ποεῖ.
ElectraHe says he is. But for all his saying, he does nothing he says.
Chorusφιλεῖ γὰρ ὀκνεῖν πρᾶγμʼ ἀνὴρ πράσσων μέγα.
ChorusA man undertaking something great tends to hold back.
Chorusθάρσει· πέφυκεν ἐσθλός, ὥστʼ ἀρκεῖν φίλοις.
ChorusTake heart. He’s noble by nature; he’ll stand by his own.
Electraπέποιθʼ, ἐπεί τἂν οὐ μακρὰν ἔζων ἐγώ.
ElectraI believe it. Otherwise I wouldn’t have lived this long.
Chorusμὴ νῦν ἔτʼ εἴπῃς μηδέν· ὡς δόμων ὁρῶ
τὴν σὴν ὅμαιμον ἐκ πατρὸς ταὐτοῦ φύσιν,
Χρυσόθεμιν, ἔκ τε μητρός, ἐντάφια χεροῖν
φέρουσαν, οἷα τοῖς κάτω νομίζεται.
ChorusSay nothing more now. I see your sister coming out of the house, born of the same father and the same mother—Chrysothemis—carrying grave offerings in her hands, the kind that are customary for the dead below.
Chrysothemisτίνʼ αὖ σὺ τήνδε πρὸς θυρῶνος ἐξόδοις
ἐλθοῦσα φωνεῖς, ὦ κασιγνήτη, φάτιν,
κοὐδʼ ἐν χρόνῳ μακρῷ διδαχθῆναι θέλεις
θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά;
καίτοι τοσοῦτόν γʼ οἶδα κἀμαυτήν, ὅτι
ἀλγῶ ʼπὶ τοῖς παροῦσιν· ὥστʼ ἄν, εἰ σθένος
λάβοιμι, δηλώσαιμʼ ἂν οἷʼ αὐτοῖς φρονῶ.
νῦν δʼ ἐν κακοῖς μοι πλεῖν ὑφειμένῃ δοκεῖ,
καὶ μὴ δοκεῖν μὲν δρᾶν τι, πημαίνειν δὲ μή·
τοιαῦτα δʼ ἄλλα καὶ σὲ βούλομαι ποεῖν.
καίτοι τὸ μὲν δίκαιον οὐχ ᾗ ʼγὼ λέγω,
ἀλλʼ ᾗ σὺ κρίνεις· εἰ δʼ ἐλευθέραν με δεῖ
ζῆν, τῶν κρατούντων ἐστὶ πάντʼ ἀκουστέα.
ChrysothemisWhat’s this you’re saying now, sister, coming out here to the doorway to say it? Even after all this time, won’t you learn not to indulge your useless anger in empty gestures? Look, I know this much about myself too: I’m pained by the way things are, so much that if I had the strength, I’d show them what I think of them. But as it is, I think it’s best in hard times to sail with lowered sails, and not to look as if I’m doing something when I can do no real harm. I want you to do the same. And yet justice lies not where I say, but where you judge. Still, if I’m to live free, I have to obey those in power in everything.
Electraδεινόν γέ σʼ οὖσαν πατρὸς οὗ σὺ παῖς ἔφυς,
κείνου λελῆσθαι, τῆς δὲ τικτούσης μέλειν.
ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα
κείνης διδακτά, κοὐδὲν ἐκ σαυτῆς λέγεις.
ἔπειθʼ ἑλοῦ γε θάτερʼ, ἢ φρονεῖν κακῶς
ἢ τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν·
ἥτις λέγεις μὲν ἀρτίως ὡς, εἰ λάβοις
σθένος, τὸ τούτων μῖσος ἐκδείξειας ἄν,
ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένης
οὔτε ξυνέρδεις τήν τε δρῶσαν ἐκτρέπεις.
ElectraIt’s shocking that you, the daughter of the father you were born to, should forget him and care for your mother. All these lectures you give me were taught you by her; you say nothing of your own. So choose one or the other: either you have no sense, or, having sense, you’ve forgotten your own flesh and blood. You just said that if you had the strength, you’d show how you hate them. Yet when I do everything to avenge our father, you don’t help, and you try to turn me aside from doing it.
οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει;
ἐπεὶ δίδαξον, ἢ μάθʼ ἐξ ἐμοῦ, τί μοι
κέρδος γένοιτʼ ἂν τῶνδε ληξάσῃ γόων.
οὐ ζῶ; κακῶς μέν, οἶδʼ, ἐπαρκούντως δʼ ἐμοί.
λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότι
τιμὰς προσάπτειν, εἴ τις ἔστʼ ἐκεῖ χάρις.
σὺ δʼ ἡμὶν ἡ μισοῦσα μισεῖς μὲν λόγῳ,
ἔργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει.
Doesn’t that add cowardice to our miseries? Teach me—or learn from me—what I’d gain by ending these laments. Am I not alive? Badly, I know, but well enough for me. And I hurt them, and so I pay honor to the dead, if anything pleases them down there. But you, who hate them, hate them in word, while in deed you live with our father’s murderers.
ἐγὼ μὲν οὖν οὐκ ἄν ποτʼ, οὐδʼ εἴ μοι τὰ σὰ
μέλλοι τις οἴσειν δῶρʼ, ἐφʼ οἷσι νῦν χλιδᾷς,
τούτοις ὑπεικάθοιμι· σοὶ δὲ πλουσία
τράπεζα κείσθω καὶ περιρρείτω βίος.
ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυπεῖν μόνον
βόσκημα· τῆς σῆς δʼ οὐκ ἐρῶ τιμῆς τυχεῖν,
οὐδʼ ἂν σύ, σώφρων γʼ οὖσα. νῦν δʼ ἐξὸν πατρὸς
πάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦ
τῆς μητρός· οὕτω γὰρ φανεῖ πλείστοις κακή,
θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς.
As for me, I would never give in to them, not even if someone offered me the gifts you now pride yourself on. Let the rich table be laid for you, and let life overflow around you. My only nourishment, let it be this: not to wound my own self. I have no wish to win your privileges—and neither would you, if you had any sense. As it is, when you could be called the daughter of the finest of all fathers, go ahead and be called your mother’s. That way most people will see how vile you are, betraying your dead father and your own flesh and blood.
Chorusμηδὲν πρὸς ὀργήν, πρὸς θεῶν· ὡς τοῖς λόγοις
ἔνεστιν ἀμφοῖν κέρδος, εἰ σὺ μὲν μάθοις
τοῖς τῆσδε χρῆσθαι, τοῖς δὲ σοῖς αὕτη πάλιν.
ChorusNo anger, for the gods’ sake! There’s something to be gained from what both of you say, if you would learn to take her advice, and she in turn yours.
Chrysothemisἐγὼ μέν, ὦ γυναῖκες, ἠθάς εἰμί πως
τῶν τῆσδε μύθων· οὐδʼ ἂν ἐμνήσθην ποτέ,
εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸν
ἤκουσʼ, ὃ ταύτην τῶν μακρῶν σχήσει γόων.
ChrysothemisWomen, I’m more or less used to her speeches. I wouldn’t even have brought it up if I hadn’t heard that a very great evil is coming her way, one that will put a stop to her long laments.
Electraφέρʼ εἰπὲ δὴ τὸ δεινόν· εἰ γὰρ τῶνδέ μοι
μεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμʼ ἔτι.
ElectraGo on, then, tell me this dreadful thing. If you can tell me of something worse than what I have now, I won’t argue any more.
Chrysothemisἀλλʼ ἐξερῶ σοι πᾶν ὅσον κάτοιδʼ ἐγώ.
μέλλουσι γάρ σʼ, εἰ τῶνδε μὴ λήξεις γόων,
ἐνταῦθα πέμψειν ἔνθα μή ποθʼ ἡλίου
φέγγος προσόψει, ζῶσα δʼ ἐν κατηρεφεῖ
στέγῃ χθονὸς τῆσδʼ ἐκτὸς ὑμνήσεις κακά.
πρὸς ταῦτα φράζου καί με μή ποθʼ ὕστερον
παθοῦσα μέμψῃ· νῦν γὰρ ἐν καλῷ φρονεῖν.
ChrysothemisWell, I’ll tell you everything I know. If you don’t stop these laments, they intend to send you somewhere you’ll never see the light of the sun again. You’ll live in a chamber roofed over beneath the earth, outside this land, singing of your troubles. So think it over, and don’t blame me later when you’ve suffered for it. Now is the time to show some sense.
Chrysothemisμάλισθʼ· ὅταν περ οἴκαδʼ Αἴγισθος μόλῃ.
ChrysothemisYes—as soon as Aegisthus comes home.
Electraἀλλʼ ἐξίκοιτο τοῦδέ γʼ οὕνεκʼ ἐν τάχει.
ElectraThen as far as that goes, let him come soon!
Chrysothemisτίνʼ, ὦ τάλαινα, τόνδʼ ἐπηράσω λόγον;
ChrysothemisWhat are you praying for, you poor thing?
Electraἐλθεῖν ἐκεῖνον, εἴ τι τῶνδε δρᾶν νοεῖ.
ElectraThat he should come, if he means to do any of this.
Chrysothemisὅπως πάθῃς τί χρῆμα; ποῦ ποτʼ εἶ φρενῶν;
ChrysothemisSo that you can suffer what? Have you lost your wits?
Electraὅπως ἀφʼ ὑμῶν ὡς προσωτάτω φύγω.
ElectraSo that I can get as far away from all of you as possible.
Chrysothemisβίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις;
ChrysothemisHave you no thought for the life you have now?
Chrysothemisἀλλʼ ἦν ἄν, εἰ σύ γʼ εὖ φρονεῖν ἠπίστασο.
ChrysothemisIt would be, if you knew how to be sensible.
Chrysothemisἀλλʼ οὐ διδάσκω· τοῖς κρατοῦσι δʼ εἰκαθεῖν.
ChrysothemisI’m not teaching you that. I’m teaching you to give way to those in power.
Electraσὺ ταῦτα θώπευʼ· οὐκ ἐμοὺς τρόπους λέγεις.
ElectraYou fawn on them, then. What you describe isn’t my way.
Chrysothemisκαλόν γε μέντοι μὴ ʼξ ἀβουλίας πεσεῖν.
ChrysothemisStill, it’s a fine thing not to fall through foolishness.
Electraπεσούμεθʼ, εἰ χρή, πατρὶ τιμωρούμενοι.
ElectraIf I must fall, I’ll fall avenging my father.
Chrysothemisπατὴρ δὲ τούτων, οἶδα, συγγνώμην ἔχει.
ChrysothemisBut Father, I know, will forgive us for all this.
Chrysothemisσὺ δʼ οὐχὶ πείσει καὶ συναινέσεις ἐμοί;
ChrysothemisWon’t you be persuaded, then, and agree with me?
Electraοὐ δῆτα· μή πω νοῦ τοσόνδʼ εἴην κενή.
ElectraCertainly not. May I never be that empty of sense.
Chrysothemisχωρήσομαί τἄρʼ οἷπερ ἐστάλην ὁδοῦ.
ChrysothemisThen I’ll go on my way, where I was sent.
Electraποῖ δʼ ἐμπορεύει; τῷ φέρεις τάδʼ ἔμπυρα;
ElectraWhere are you going? Who are these burnt offerings for?
Chrysothemisμήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς.
ChrysothemisMother is sending me to pour libations on Father’s tomb.
Electraπῶς εἶπας; ἦ τῷ δυσμενεστάτῳ βροτῶν;
ElectraWhat did you say? To the man she hated most in the world?
Chrysothemisὃν ἔκτανʼ αὐτή· τοῦτο γὰρ λέξαι θέλεις.
ChrysothemisThe man she killed with her own hands—that’s what you want to say.
Electraἐκ τοῦ φίλων πεισθεῖσα; τῷ τοῦτʼ ἤρεσεν;
ElectraWhich of her friends talked her into this? Whose idea was it?
Chrysothemisἐκ δείματός του νυκτέρου, δοκεῖν ἐμοί;
ChrysothemisSome terror in the night, I think.
Electraὦ θεοὶ πατρῷοι, συγγένεσθέ γʼ ἀλλὰ νῦν.
ElectraGods of our fathers, stand with us—now, at last!
Chrysothemisἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι;
ChrysothemisDoes her fear give you some hope?
Chrysothemisἀλλʼ οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι.
ChrysothemisI don’t know enough to tell you more than a little.
Electraλέγʼ ἀλλὰ τοῦτο· πολλά τοι σμικροὶ λόγοι
ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς.
ElectraTell me that little, then. Small words have often brought people down before now, and set them up again.
Chrysothemisλόγος τις αὐτήν ἐστιν εἰσιδεῖν πατρὸς
τοῦ σοῦ τε κἀμοῦ δευτέραν ὁμιλίαν
ἐλθόντος ἐς φῶς· εἶτα τόνδʼ ἐφέστιον
πῆξαι λαβόντα σκῆπτρον οὑφόρει ποτὲ
αὐτός, τανῦν δʼ Αἴγισθος· ἐκ δὲ τοῦδʼ ἄνω
βλαστεῖν βρύοντα θαλλόν, ᾧ κατάσκιον
πᾶσαν γενέσθαι τὴν Μυκηναίων χθόνα.
τοιαῦτά του παρόντος, ἡνίχʼ Ἡλίῳ
δείκνυσι τοὔναρ, ἔκλυον ἐξηγουμένου.
πλείω δὲ τούτων οὐ κάτοιδα, πλὴν ὅτι
πέμπει με κείνη τοῦδε τοῦ φόβου χάριν.
πρός νυν θεῶν σε λίσσομαι τῶν ἐγγενῶν
ἐμοὶ πιθέσθαι μηδʼ ἀβουλίᾳ πεσεῖν·
εἰ γάρ μʼ ἀπώσει, σὺν κακῷ μέτει πάλιν.
ChrysothemisThe story is that she saw our father—yours and mine—keeping company with her a second time, come back into the light. Then he took the scepter he once carried himself, and Aegisthus carries now, and planted it at the hearth. And from it sprang up a flourishing branch that cast its shade over the whole land of Mycenae. That’s what I heard from someone who was there when she told her dream to the Sun. More than that I don’t know, except that she’s sending me because of this fear. So I beg you, by the gods of our family, listen to me, and don’t fall through foolishness. If you push me away now, you’ll come looking for me again when you’re in trouble.
Electraἀλλʼ, ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν
τύμβῳ προσάψῃς μηδέν· οὐ γάρ σοι θέμις
οὐδʼ ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναι
κτερίσματʼ οὐδὲ λουτρὰ προσφέρειν πατρί·
ἀλλʼ ἢ πνοαῖσιν ἢ βαθυσκαφεῖ κόνει
κρύψον νιν, ἔνθα μή ποτʼ εἰς εὐνὴν πατρὸς
τούτων πρόσεισι μηδέν· ἀλλʼ ὅταν θάνῃ
κειμήλιʼ αὐτῇ ταῦτα σῳζέσθω κάτω.
ElectraNo, my dear—don’t put any of what you’re holding on the tomb. It isn’t lawful, it isn’t right in the gods’ eyes, for you to set up offerings from a hateful woman or bring libations to our father. Throw them to the winds, or bury them deep in the dust, where none of it will ever come near our father’s resting place. Let them be kept safe below for her, as treasures, for when she dies.
ἀρχὴν δʼ ἄν, εἰ μὴ τλημονεστάτη γυνὴ
πασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰς
οὐκ ἄν ποθʼ ὅν γʼ ἔκτεινε, τῷδʼ ἐπέστεφε.
σκέψαι γὰρ εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖ
γέρα τάδʼ οὑν τάφοισι δέξεσθαι νέκυς,
ὑφʼ ἧς θανὼν ἄτιμος, ὥστε δυσμενής,
ἐμασχαλίσθη, κἀπὶ λουτροῖσιν κάρᾳ
κηλῖδας ἐξέμαξεν. ἆρα μὴ δοκεῖς
λυτήριʼ αὐτῇ ταῦτα τοῦ φόνου φέρειν;
If she weren’t the most brazen woman ever born, she would never have tried to crown the man she killed with these hostile libations. Just think: do you suppose the dead man in his grave will take these honors kindly from her—from her, who killed him without honor, mutilated him like an enemy, and wiped her bloodstains off on his head to wash herself clean? You don’t really think these offerings will free her from the murder?
οὐχ ἔστιν. ἀλλὰ ταῦτα μὲν μέθες· σὺ δὲ
τεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβας
κἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδʼ, ἀλλʼ ὅμως
ἅχω, δὸς αὐτῷ, τήνδʼ ἀλιπαρῆ τρίχα
καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον.
αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆ
ἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν,
καὶ παῖδʼ Ὀρέστην ἐξ ὑπερτέρας χερὸς
ἐχθροῖσιν αὐτοῦ ζῶντʼ ἐπεμβῆναι ποδί,
ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραις
χερσὶν στέφωμεν ἢ τανῦν δωρούμεθα.
They can’t. Let them go. Instead, cut the tips of the locks from your head, and from mine too—poor me, it’s little, but it’s all I have—and give him this hair, though it shines with no oil, and my sash, which has no finery on it. Kneel and pray that he come up from the earth, kindly, to help us against our enemies; and that his son Orestes may live to get the upper hand and trample his enemies underfoot, so that from now on we may crown his grave with richer hands than the gifts we bring today.
οἶμαι μὲν οὖν, οἶμαί τι κἀκείνῳ μέλον
πέμψαι τάδʼ αὐτῇ δυσπρόσοπτʼ ὀνείρατα·
ὅμως δʼ, ἀδελφή, σοί θʼ ὑπούργησον τάδε
ἐμοί τʼ ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶν
πάντων, ἐν Ἅιδου κειμένῳ κοινῷ πατρί.
I think—yes, I think he had a part in sending her these dreams that are so terrible to see. All the same, sister, do this service, to help yourself and me and the one we love most of all people, our father, who lies in Hades, father to us both.
Chorusπρὸς εὐσέβειαν ἡ κόρη λέγει· σὺ δέ,
εἰ σωφρονήσεις, ὦ φίλη, δράσεις τάδε.
ChorusThe girl speaks with reverence. And you, my dear, if you have any sense, will do it.
Chrysothemisδράσω· τὸ γὰρ δίκαιον οὐχ ἔχει λόγον
δυοῖν ἐρίζειν, ἀλλʼ ἐπισπεύδειν τὸ δρᾶν.
πειρωμένῃ δὲ τῶνδε τῶν ἔργων ἐμοὶ
σιγὴ παρʼ ὑμῶν, πρὸς θεῶν, ἔστω, φίλαι·
ὡς εἰ τάδʼ ἡ τεκοῦσα πεύσεται, πικρὰν
δοκῶ με πεῖραν τήνδε τολμήσειν ἔτι.
ChrysothemisI will. When something is right, there’s no reason for two people to argue over it; one should hurry to do it. But while I’m attempting this, my friends, for the gods’ sake, keep silent. If my mother finds out, I think I’ll come to find this venture bitter.
First Stasimon
The chorus predict that Justice and the Fury will come, and recall the curse on Pelops’ line.
Chorusεἰ μὴ ʼγὼ παράφρων μάντις ἔφυν καὶ γνώμας
λειπομένα σοφᾶς,
εἶσιν ἁ πρόμαντις
Δίκα δίκαια φερομένα χεροῖν κράτη·
μέτεισιν, ὦ τέκνον, οὐ μακροῦ χρόνου.
ὕπεστί μοι θάρσος,
ἁδυπνόων κλύουσαν
ἀρτίως ὀνειράτων.
οὐ γάρ ποτʼ ἀμναστεῖ γʼ ὁ φύσας σʼ Ἑλλάνων ἄναξ,
οὐδʼ ἁ παλαιὰ χαλκόπλακτος ἀμφάκης γένυς,
ἅ νιν κατέπεφνεν αἰσχίσταις ἐν αἰκίαις.
ChorusUnless I am a prophet out of my wits
and wanting in wise judgment,
Justice, who sent this omen ahead,
will come, bearing just power in her hands;
she will come after them, child, before much time has passed.
Courage steals into me
since I heard just now
of these sweet-breathing dreams.
For the lord of the Greeks who fathered you never forgets,
nor does the ancient axe, bronze-beaten, double-edged,
that cut him down in the foulest outrage.
ἥξει καὶ πολύπους καὶ πολύχειρ ἁ δεινοῖς
κρυπτομένα λόχοις
χαλκόπους Ἐρινύς.
ἄλεκτρʼ ἄνυμφα γὰρ ἐπέβα μιαιφόνων
γάμων ἁμιλλήμαθʼ οἷσιν οὐ θέμις.
πρὸ τῶνδέ τοί μʼ ἔχει
μή ποτε μή ποθʼ ἡμῖν
ἀψεγὲς πελᾶν τέρας
τοῖς δρῶσι καὶ συνδρῶσιν. ἤ τοι μαντεῖαι βροτῶν
οὐκ εἰσὶν ἐν δεινοῖς ὀνείροις οὐδʼ ἐν θεσφάτοις,
εἰ μὴ τόδε φάσμα νυκτὸς εὖ κατασχήσει.
She will come, with many feet and many hands,
she who lies hidden in dreadful ambush,
the bronze-footed Fury.
For a bed that was no bed, a wedding no wedding—
the lust for a blood-defiled marriage—
came upon those who had no right to it.
So I am sure
that never, never will this portent
come to us and spare
those who did the deed and those who helped.
Truly there are no prophecies for mortals
in dreadful dreams or in oracles
if this vision of the night does not come true.
ὦ Πέλοπος ἁ πρόσθεν
πολύπονος ἱππεία,
ὡς ἔμολες αἰανὴς
τᾷδε γᾷ.
εὖτε γὰρ ὁ ποντισθεὶς
Μυρτίλος ἐκοιμάθη,
παγχρύσων δίφρων
δυστάνοις αἰκίαις
πρόρριζος ἐκριφθείς,
οὔ τί πω
ἔλειπεν ἐκ τοῦδʼ οἴκου
πολύπονος αἰκία.
Chariot race of Pelops long ago,
full of toil,
how sorrowful you were
for this land!
For ever since Myrtilus sank to sleep
in the sea,
hurled root and all
from the golden chariot
in wretched outrage,
never yet
has toil-laden outrage
left this house.
Second Episode
Electra and Clytemnestra argue over Agamemnon’s murder; the Tutor reports Orestes’ death in a chariot race.
Clytemnestraἀνειμένη μέν, ὡς ἔοικας, αὖ στρέφει·
οὐ γὰρ πάρεστʼ Αἴγισθος, ὅς σʼ ἐπεῖχʼ ἀεὶ
μή τοι θυραίαν γʼ οὖσαν αἰσχύνειν φίλους·
νῦν δʼ ὡς ἄπεστʼ ἐκεῖνος, οὐδὲν ἐντρέπει
ἐμοῦ γε· καίτοι πολλὰ πρὸς πολλούς με δὴ
ἐξεῖπας ὡς θρασεῖα καὶ πέρα δίκης
ἄρχω, καθυβρίζουσα καὶ σὲ καὶ τὰ σά·
ἐγὼ δʼ ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σε
λέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά.
ClytemnestraSo you’re roaming loose again, it seems, since Aegisthus isn’t here. He always kept you from going outside and shaming your family, at least. But now that he’s away, you pay no attention to me. And yet you’ve told many people, many times, that I’m insolent and rule beyond what’s just, outraging you and yours. I’m not guilty of outrage. I speak ill of you because I hear ill from you so often.
πατὴρ γάρ, οὐδὲν ἄλλο, σοὶ πρόσχημʼ ἀεὶ
ὡς ἐξ ἐμοῦ τέθνηκεν. ἐξ ἐμοῦ· καλῶς
ἔξοιδα· τῶνδʼ ἄρνησις οὐκ ἔνεστί μοι·
ἡ γὰρ Δίκη νιν εἷλεν, οὐκ ἐγὼ μόνη,
ᾗ χρῆν σʼ ἀρήγειν, εἰ φρονοῦσʼ ἐτύγχανες·
ἐπεὶ πατὴρ σὸς οὗτος, ὃν θρηνεῖς ἀεί,
τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτλη
θῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶ
λύπης, ὅς ἔσπειρʼ, ὥσπερ ἡ τίκτουσʼ ἐγώ.
εἶεν, δίδαξον δή με τοῦ χάριν, τίνων
ἔθυσεν αὐτήν· πότερον Ἀργείων ἐρεῖς;
Your father—nothing else—is always your pretext: that he died at my hands. At my hands, yes; I know that well, I can’t deny it. For Justice took him, not I alone, and you ought to have helped her, if you had any sense. Because this father of yours, whom you’re forever mourning, alone of all the Greeks had the heart to sacrifice your sister to the gods—though he didn’t suffer the pain I did; he only sowed her, while I gave birth to her. Well then, tell me this: for whose sake did he sacrifice her? For the Argives’, will you say?
ἀλλʼ οὐ μετῆν αὐτοῖσι τήν γʼ ἐμὴν κτανεῖν.
ἀλλʼ ἀντʼ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν
τἄμʼ, οὐκ ἔμελλε τῶνδέ μοι δώσειν δίκην;
πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ,
οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸς
καὶ μητρὸς ὄντας, ἧς ὁ πλοῦς ὅδʼ ἦν χάριν;
ἢ τῶν ἐμῶν Ἅιδης τινʼ ἵμερον τέκνων
ἢ τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον;
ἢ τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦ
παίδων πόθος παρεῖτο, Μενέλεω δʼ ἐνῆν;
But they had no right to kill my daughter. Or will you say he killed my child for his brother Menelaus? Then wasn’t he bound to pay me for it? Didn’t Menelaus have two children, who should have died rather than she—children of the very father and mother this voyage was made for? Or did Hades have some special craving to feast on my children rather than hers? Or had that damned father lost all love for the children I bore him, but still felt it for Menelaus’?
οὐ ταῦτʼ ἀβούλου καὶ κακοῦ γνώμην πατρός;
δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω·
φαίη δʼ ἂν ἡ θανοῦσά γʼ, εἰ φωνὴν λάβοι.
ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοις
δύσθυμος· εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς,
γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε.
Aren’t these the marks of a thoughtless, wicked father? I think so, even if you disagree; and the dead girl would say so too, if she found a voice. For my part, then, I’m not troubled by what’s been done. If you think I’m wrong-headed, get your own judgment straight before you blame others.
Electraἐρεῖς μὲν οὐχὶ νῦν γέ μʼ ὡς ἄρξασά τι
λυπηρὸν εἶτα σοῦ τάδʼ ἐξήκουσʼ ὕπο·
ἀλλʼ ἢν ἐφῇς μοι, τοῦ τεθνηκότος θʼ ὕπερ
λέξαιμʼ ἂν ὀρθῶς τῆς κασιγνήτης θʼ ὁμοῦ.
ElectraThis time, at least, you can’t say I started something hurtful and then heard this from you. But if you’ll allow me, I would speak properly on behalf of the dead man, and of my sister too.
Clytemnestraκαὶ μὴν ἐφίημʼ· εἰ δέ μʼ ὧδʼ ἀεὶ λόγους
ἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν.
ClytemnestraOf course I allow it. If you always began your speeches like this, you wouldn’t be so painful to listen to.
Electraκαὶ δὴ λέγω σοι. πατέρα φὴς κτεῖναι. τίς ἂν
τούτου λόγος γένοιτʼ ἂν αἰσχίων ἔτι,
εἴτʼ οὖν δικαίως εἴτε μή; λέξω δέ σοι
ὡς οὐ δίκῃ γʼ ἔκτεινας, ἀλλά σʼ ἔσπασεν
πειθὼ κακοῦ πρὸς ἀνδρός, ᾧ τανῦν ξύνει.
ἐροῦ δὲ τὴν κυναγὸν Ἄρτεμιν, τίνος
ποινὰς τὰ πολλὰ πνεύματʼ ἔσχʼ ἐν Αὐλίδι·
ἢ ʼγὼ φράσω· κείνης γὰρ οὐ θέμις μαθεῖν.
πατήρ ποθʼ οὑμός, ὡς ἐγὼ κλύω, θεᾶς
παίζων κατʼ ἄλσος ἐξεκίνησεν ποδοῖν
στικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰς
ἐκκομπάσας ἔπος τι τυγχάνει βαλών.
ElectraThen here I go. You say you killed our father. What could be more shameful to say than that, whether it was just or not? But I’ll tell you that you didn’t kill him justly: you were dragged into it by the persuasion of a bad man, the one you live with now. Ask Artemis the huntress what she was punishing when she held back all those winds at Aulis—or I’ll tell you, since it isn’t lawful to learn it from her. My father, as I’ve heard, was once amusing himself in the goddess’s grove, and his footsteps startled a dappled, antlered stag. He shot it, and as he killed it he happened to let fall some boast.
κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη
κατεῖχʼ Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμον
τοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην.
ὧδʼ ἦν τὰ κείνης θύματʼ· οὐ γὰρ ἦν λύσις
ἄλλη στρατῷ πρὸς οἶκον οὐδʼ εἰς Ἴλιον.
ἀνθʼ ὧν, βιασθεὶς πολλὰ κἀντιβάς, μόλις
ἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν.
εἰ δʼ οὖν, ἐρῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλων
ἐπωφελῆσαι ταῦτʼ ἔδρα, τούτου θανεῖν
χρῆν αὐτὸν οὕνεκʼ ἐκ σέθεν; ποίῳ νόμῳ;
Angered at this, Leto’s daughter held the Achaeans back, until my father should sacrifice his own daughter in return for the beast. That’s how her sacrifice came about: there was no other release for the army, either homeward or to Troy. So under great pressure, resisting hard, he sacrificed her at last—and not for Menelaus’ sake. But even if—I’ll put your case too—he did it wanting to help him, should he have died at your hands for that? By what law?
ὅρα τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς
μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς.
εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντʼ ἄλλου, σύ τοι
πρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις.
ἀλλʼ εἰσόρα μὴ σκῆψιν οὐκ οὖσαν τίθης.
εἰ γὰρ θέλεις, δίδαξον ἀνθʼ ὅτου τανῦν
αἴσχιστα πάντων ἔργα δρῶσα τυγχάνεις,
ἥτις ξυνεύδεις τῷ παλαμναίῳ, μεθʼ οὗ
πατέρα τὸν ἀμὸν πρόσθεν ἐξαπώλεσας,
καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν εὐσεβεῖς
κἀξ εὐσεβῶν βλαστόντας ἐκβαλοῦσʼ ἔχεις.
Be careful that in laying down this law for people, you’re not laying down grief and regret for yourself. If we are to kill one person in return for another, you’d be the first to die, if you got justice. No—watch that you’re not putting forward a pretext that doesn’t exist. Tell me, if you will, why you are now doing the most shameful thing of all: sleeping with the murderer you helped destroy my father with, and having children by him, while the children you had before, reverent and born of reverent parents, you’ve driven out.
πῶς ταῦτʼ ἐπαινέσαιμʼ ἄν; ἢ καὶ ταῦτʼ ἐρεῖς
ὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις;
αἰσχρῶς δʼ, ἐάν περ καὶ λέγῃς· οὐ γὰρ καλὸν
ἐχθροῖς γαμεῖσθαι τῆς θυγατρὸς οὕνεκα.
ἀλλʼ οὐ γὰρ οὐδὲ νουθετεῖν ἔξεστί σε,
ἣ πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρα
κακοστομοῦμεν. καί σʼ ἔγωγε δεσπότιν
ἢ μητέρʼ οὐκ ἔλασσον εἰς ἡμᾶς νέμω,
ἣ ζῶ βίον μοχθηρόν, ἔκ τε σοῦ κακοῖς
πολλοῖς ἀεὶ ξυνοῦσα τοῦ τε συννόμου·
How could I approve of that? Or will you say this too is retribution for your daughter? It’s shameful if you do say it; it isn’t right to marry your enemies for a daughter’s sake. But no—one can’t even give you advice, since you let your tongue loose in every way, saying we abuse our mother. I, for one, think of you as no less a slave-owner to us than a mother. I live a miserable life, always surrounded by a host of troubles from you and your partner.
ὃ δʼ ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών,
τλήμων Ὀρέστης δυστυχῆ τρίβει βίον·
ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστορα
ἐπῃτιάσω· καὶ τόδʼ, εἴπερ ἔσθενον,
ἔδρων ἄν, εὖ τοῦτʼ ἴσθι· τοῦδέ γʼ οὕνεκα
κήρυσσέ μʼ εἰς ἅπαντας, εἴτε χρῇς κακὴν
εἴτε στόμαργον εἴτʼ ἀναιδείας πλέαν.
εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις,
σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν.
And the other one, abroad, who barely escaped your hand, poor Orestes, is wearing out an unhappy life. You’ve often accused me of raising him to be your avenger—and I would, if I had the strength, be sure of that. For that matter, proclaim me to all the world as wicked, or loud-mouthed, or full of shamelessness, whatever you like. If I have a talent for such things, I’m hardly a disgrace to your nature.
Chorusὁρῶ μένος πνέουσαν· εἰ δὲ σὺν δίκῃ
ξύνεστι, τοῦδε φροντίδʼ οὐκέτʼ εἰσορῶ.
ChorusI see her breathing rage. But whether justice is on her side—I no longer see her giving any thought to that.
Clytemnestraποίας δʼ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος,
ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν,
καὶ ταῦτα τηλικοῦτος; ἆρά σοι δοκεῖ
χωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ;
ClytemnestraAnd what thought do I need to give to her, when she has outraged her own mother like this, and at her age? Don’t you think she’d go to any length, without shame?
Electraεὖ νυν ἐπίστω τῶνδέ μʼ αἰσχύνην ἔχειν,
κεἰ μὴ δοκῶ σοι· μανθάνω δʼ ὁθούνεκα
ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα.
ἀλλʼ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ
ἔργʼ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ·
αἰσχροῖς γὰρ αἰσχρὰ πράγματʼ ἐκδιδάσκεται.
ElectraYou can be sure I am ashamed of it, even if you don’t think so. I understand that what I do is out of season and unbecoming to me. But your hostility and your deeds force me to it. Shameful things are learned from shameful ones.
Clytemnestraὦ θρέμμʼ ἀναιδές, ἦ σʼ ἐγὼ καὶ τἄμʼ ἔπη
καὶ τἄργα τἀμὰ πόλλʼ ἄγαν λέγειν ποεῖ.
ClytemnestraYou shameless creature! So it’s I, my words and my deeds, that make you say far too much?
Electraσύ τοι λέγεις νιν, οὐκ ἐγώ· σὺ γὰρ ποεῖς
τοὔργον· τὰ δʼ ἔργα τοὺς λόγους εὑρίσκεται.
ElectraYou’re the one saying it, not I. You do the deeds, and deeds find their own words.
Clytemnestraἀλλʼ οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσους
τοῦδʼ οὐκ ἀλύξεις, εὖτʼ ἂν Αἴγισθος μόλῃ.
ClytemnestraBy our lady Artemis, you won’t escape paying for this insolence once Aegisthus comes.
Electraὁρᾷς; πρὸς ὀργὴν ἐκφέρει, μεθεῖσά μοι
λέγειν ἃ χρῄζοιμʼ, οὐδʼ ἐπίστασαι κλύειν.
ElectraYou see? You fly into a rage, after giving me leave to say what I liked. You don’t know how to listen.
Clytemnestraοὔκουν ἐάσεις οὐδʼ ὑπʼ εὐφήμου βοῆς
θῦσαί μʼ, ἐπειδὴ σοί γʼ ἐφῆκα πᾶν λέγειν;
ClytemnestraWon’t you let me sacrifice in peace, without your noise, now that I’ve let you say everything?
Electraἐῶ, κελεύω, θῦε· μηδʼ ἐπαιτιῶ
τοὐμὸν στόμʼ, ὡς οὐκ ἂν πέρα λέξαιμʼ ἔτι.
ElectraI let you, I urge you: sacrifice. Don’t blame my mouth. I won’t say another word.
Clytemnestraἔπαιρε δὴ σὺ θύμαθʼ ἡ παροῦσά μοι
πάγκαρπʼ, ἄνακτι τῷδʼ ὅπως λυτηρίους
εὐχὰς ἀνάσχω δειμάτων, ἃ νῦν ἔχω.
κλύοις ἂν ἤδη, Φοῖβε προστατήριε,
κεκρυμμένην μου βάξιν· οὐ γὰρ ἐν φίλοις
ὁ μῦθος, οὐδὲ πᾶν ἀναπτύξαι πρέπει
πρὸς φῶς παρούσης τῆσδε πλησίας ἐμοί,
μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇ
σπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν.
ἀλλʼ ὧδʼ ἄκουε· τῇδε γὰρ κἀγὼ φράσω.
ClytemnestraYou there, attending me, lift up the offerings of every fruit, so that I may raise my prayers to this lord here, to free me from the fears I have now. Hear now, Phoebus, our protector, my hidden words. I’m not speaking among friends, and it isn’t fitting to unfold everything to the light while she stands near me, or she’ll spread empty rumors through the whole city with her spite and her ready tongue. So hear me this way; this is how I’ll speak.
ἃ γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματα
δισσῶν ὀνείρων, ταῦτά μοι, Λύκειʼ ἄναξ,
εἰ μὲν πέφηνεν ἐσθλά, δὸς τελεσφόρα,
εἰ δʼ ἐχθρά, τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες·
καὶ μή με πλούτου τοῦ παρόντος εἴ τινες
δόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς,
ἀλλʼ ὧδέ μʼ αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳ
δόμους Ἀτρειδῶν σκῆπτρά τʼ ἀμφέπειν τάδε,
φίλοισί τε ξυνοῦσαν οἷς ξύνειμι νῦν
εὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶ
δύσνοια μὴ πρόσεστιν ἢ λύπη πικρά.
The visions I saw this night, in double-edged dreams—if they’ve appeared for good, Lycean lord, grant that they come true; if for harm, turn them back on my enemies. And if anyone is plotting by trickery to throw me out of the wealth I have, don’t allow it. Let me always live like this, unharmed, ruling the house of Atreus and this scepter, sharing my days with the loved ones I live with now, prospering, and with those of my children who bear me no ill will or bitter grief.
ταῦτʼ, ὦ Λύκειʼ Ἄπολλον, ἵλεως κλύων
δὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα.
τὰ δʼ ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦ
ἐπαξιῶ σε δαίμονʼ ὄντʼ ἐξειδέναι·
τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθʼ ὁρᾶν.
Hear these things graciously, Lycean Apollo, and grant them to all of us, as we ask. All the rest, though I keep silent, I believe you know, since you are a god. It’s natural that the children of Zeus see everything.
Tutorξέναι γυναῖκες, πῶς ἂν εἰδείην σαφῶς
εἰ τοῦ τυράννου δώματʼ Αἰγίσθου τάδε;
TutorLadies, I’m a stranger here. How can I find out for sure whether this is the house of Aegisthus, the king?
Chorusτάδʼ ἐστίν, ὦ ξένʼ· αὐτὸς ᾔκασας καλῶς.
ChorusIt is, stranger. You’ve guessed right yourself.
Tutorἦ καὶ δάμαρτα τήνδʼ ἐπεικάζων κυρῶ
κείνου; πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν.
TutorAnd am I right in guessing that this is his wife? She has a royal look.
Tutorὦ χαῖρʼ, ἄνασσα· σοὶ φέρων ἥκω λόγους
ἡδεῖς φίλου παρʼ ἀνδρὸς Αἰγίσθῳ θʼ ὁμοῦ.
TutorGreetings, my lady. I’ve come with pleasant news from a friend, for you and for Aegisthus too.
Clytemnestraἐδεξάμην τὸ ῥηθέν· εἰδέναι δέ σου
πρώτιστα χρῄζω τίς σʼ ἀπέστειλεν βροτῶν.
ClytemnestraI welcome the omen of your words. But first of all I want to know who sent you.
TutorΦανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα.
TutorPhanoteus the Phocian, on a matter of great importance.
Clytemnestraτὸ ποῖον, ὦ ξένʼ; εἰπέ· παρὰ φίλου γὰρ ὢν
ἀνδρός, σάφʼ οἶδα, προσφιλεῖς λέξεις λόγους.
ClytemnestraWhat matter, stranger? Tell me. Coming from a friend, I’m sure you’ll bring friendly words.
Tutorτέθνηκʼ Ὀρέστης· ἐν βραχεῖ ξυνθεὶς λέγω.
TutorOrestes is dead. That’s all of it, in a word.
Electraοἲ ʼγὼ τάλαινʼ, ὄλωλα τῇδʼ ἐν ἡμέρᾳ.
ElectraOh, no, I’m wretched—this day has destroyed me.
Clytemnestraτί φής, τί φής, ὦ ξεῖνε; μὴ ταύτης κλύε.
ClytemnestraWhat are you saying, stranger, what? Don’t listen to her.
Tutorθανόντʼ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω.
TutorOrestes is dead—I say it now, as I said it before.
Clytemnestraσὺ μὲν τὰ σαυτῆς πρᾶσσʼ, ἐμοὶ δὲ σύ, ξένε,
τἀληθὲς εἰπέ, τῷ τρόπῳ διόλλυται;
ClytemnestraYou mind your own business. And you, stranger, tell me the truth: how did he die?
Tutorκἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω.
κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κλεινὸν Ἑλλάδος
πρόσχημʼ ἀγῶνος Δελφικῶν ἄθλων χάριν,
ὅτʼ ᾔσθετʼ ἀνδρὸς ὀρθίων κηρυγμάτων
δρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις,
εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας·
δρόμου δʼ ἰσώσας τἀφέσει τὰ τέρματα
νίκης ἔχων ἐξῆλθε πάντιμον γέρας.
χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγω
οὐκ οἶδα τοιοῦδʼ ἀνδρὸς ἔργα καὶ κράτη·
TutorThat’s what I was sent for, and I’ll tell you everything. He went to the great festival that is the glory of Greece, for the contests at Delphi. When he heard the herald’s ringing voice announce the footrace, which was the first event, he stepped in, radiant, the wonder of everyone there. He ran the course from start to finish and came away with victory, the prize all men honor. To tell you a little out of so much: I’ve never known a man to match his feats and triumphs.
ἓν δʼ ἴσθʼ· ὅσων γὰρ εἰσεκήρυξαν βραβῆς
τούτων ἐνεγκὼν πάντα τἀπινίκια
ὠλβίζετʼ, Ἀργεῖος μὲν ἀνακαλούμενος,
ὄνομα δʼ Ὀρέστης, τοῦ τὸ κλεινὸν Ἑλλάδος
Ἀγαμέμνονος στράτευμʼ ἀγείραντός ποτε.
καὶ ταῦτα μὲν τοιαῦθʼ· ὅταν δέ τις θεῶν
βλάπτῃ, δύναιτʼ ἂν οὐδʼ ἂν ἰσχύων φυγεῖν.
κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθʼ ἱππικῶν
ἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών,
εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα.
Just know this one thing: in every event the judges announced, he carried off the victor’s prize, and was hailed as blessed, proclaimed an Argive, by name Orestes, son of Agamemnon, who once mustered the famous army of Greece. So much for that. But when some god means harm, not even a strong man can escape. On another day, at sunrise, when the swift contest of the horses was held, he entered along with many charioteers.
εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύο
Λίβυες ζυγωτῶν ἁρμάτων ἐπιστάται·
κἀκεῖνος ἐν τούτοισι, Θεσσαλὰς ἔχων
ἵππους, ὁ πέμπτος· ἕκτος ἐξ Αἰτωλίας
ξανθαῖσι πώλοις· ἕβδομος Μάγνης ἀνήρ·
ὁ δʼ ὄγδοος λεύκιππος, Αἰνιὰν γένος·
ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο·
Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον.
One was an Achaean, one from Sparta, two were Libyans, masters of yoked chariots; and he among them, with Thessalian mares, was the fifth. Sixth came one from Aetolia with chestnut colts; seventh, a man from Magnesia; eighth, with white horses, an Aenianian by birth; ninth, one from Athens, the city the gods built; and another, a Boeotian, made the tenth chariot.
στάντες δʼ ἵνʼ αὐτοὺς οἱ τεταγμένοι βραβῆς
κλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους,
χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν· οἱ δʼ ἅμα
ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν
ἔσεισαν· ἐν δὲ πᾶς ἐμεστώθη δρόμος
κτύπου κροτητῶν ἁρμάτων· κόνις δʼ ἄνω
φορεῖθʼ· ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι
φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοι
χνόας τις αὐτῶν καὶ φρυάγμαθʼ ἱππικά.
ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσεις
ἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί.
They took their places where the appointed judges had drawn their lots and set the chariots in line, and at the blast of the bronze trumpet they shot away. All at once they shouted to their horses and shook the reins in their hands. The whole course filled with the clatter of rattling chariots; the dust flew up. Bunched together, they spared no goad, each trying to get past the others’ wheel hubs and snorting horses. All around, the horses’ breath fell foaming on the drivers’ backs and the turning wheels.
κεῖνος δʼ ὑπʼ αὐτὴν ἐσχάτην στήλην ἔχων
ἔχριμπτʼ ἀεὶ σύριγγα, δεξιὸν δʼ ἀνεὶς
σειραῖον ἵππον εἶργε τὸν προσκείμενον.
καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι·
ἔπειτα δʼ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι
πῶλοι βίᾳ φέρουσιν· ἐκ δʼ ὑποστροφῆς
τελοῦντες ἕκτον ἕβδομόν τʼ ἤδη δρόμον
μέτωπα συμπαίουσι Βαρκαίοις ὄχοις·
κἀντεῦθεν ἄλλος ἄλλον ἐξ ἑνὸς κακοῦ
ἔθραυε κἀνέπιπτε, πᾶν δʼ ἐπίμπλατο
ναυαγίων Κρισαῖον ἱππικῶν πέδον.
He kept close in under the turning post every time, grazing it with his hub, and giving the right-hand trace horse its head, he held back the inside one. At first all the chariots stayed upright. But then the Aenianian’s hard-mouthed colts bolted, and as they came round from the turn, finishing the sixth lap and starting the seventh, they smashed head-on into the Barcaean chariot. From that one mishap, one driver crashed into another and went down, and the whole plain of Crisa was filled with the shipwreck of chariots.
γνοὺς δʼ οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφος
ἔξω παρασπᾷ κἀνακωχεύει παρεὶς
κλύδωνʼ ἔφιππον ἐν μέσῳ κυκώμενον.
ἤλαυνε δʼ ἔσχατος μέν, ὑστέρας δʼ ἔχων
πώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων·
ὅπως δʼ ὁρᾷ μόνον νιν ἐλλελειμμένον,
ὀξὺν διʼ ὤτων κέλαδον ἐνσείσας θοαῖς
πώλοις διώκει, κἀξισώσαντε ζυγὰ
ἠλαυνέτην, τότʼ ἄλλος, ἄλλοθʼ ἅτερος
κάρα προβάλλων ἱππικῶν ὀχημάτων.
The skilled driver from Athens saw it, pulled out to the side and reined in, letting the surge of horses churning in the middle go by. Orestes was driving last, holding his colts back, trusting to the finish. But when he saw the Athenian was the only one left, he sent a shrill cry ringing through his swift colts’ ears and gave chase. The two of them drove with their teams level, first one, then the other, pushing his head out in front.
καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμους
ὡρμᾶθʼ ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων·
ἔπειτα λύων ἡνίαν ἀριστερὰν
κάμπτοντος ἵππου λανθάνει στήλην ἄκραν
παίσας· ἔθραυσε δʼ ἄξονος μέσας χνόας
κἀξ ἀντύγων ὤλισθεν· ἐν δʼ ἑλίσσεται
τμητοῖς ἱμᾶσι· τοῦ δὲ πίπτοντος πέδῳ
πῶλοι διεσπάρησαν ἐς μέσον δρόμον.
Through all the other laps the poor boy had stood safe and upright in an upright chariot. Then, slackening his left rein as his horse made the turn, he struck the edge of the post without realizing it. He snapped the axle at the hub and was thrown over the chariot rail, tangled in the leather reins; and as he fell to the ground, his colts scattered across the middle of the track.
στρατὸς δʼ ὅπως ὁρᾷ νιν ἐκπεπτωκότα
δίφρων, ἀνωλόλυξε τὸν νεανίαν,
οἷʼ ἔργα δράσας οἷα λαγχάνει κακά,
φορούμενος πρὸς οὖδας, ἄλλοτʼ οὐρανῷ
σκέλη προφαίνων, ἔς τέ νιν διφρηλάται,
μόλις κατασχεθόντες ἱππικὸν δρόμον,
ἔλυσαν αἱματηρόν, ὥστε μηδένα
γνῶναι φίλων ἰδόντʼ ἂν ἄθλιον δέμας.
καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖ
χαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦ
φέρουσιν ἄνδρες Φωκέων τεταγμένοι,
ὅπως πατρῴας τύμβον ἐκλάχῃ χθονός.
When the crowd saw him thrown from the chariot, they cried out for the young man—after such feats, what a disaster was his lot—dragged along the ground, now flinging his legs up to the sky, until the charioteers, barely stopping his runaway horses, cut him loose, so bloody that none of his own people, had they seen it, would have known his wretched body. They burned him on a pyre at once, and men of Phocis, chosen for the task, are bringing that great body, now a little bronze urn of pitiful ashes, so that he may have his share of a grave in his father’s land.
τοιαῦτά σοι ταῦτʼ ἐστίν, ὡς μὲν ἐν λόγῳ
ἀλγεινά, τοῖς δʼ ἰδοῦσιν, οἵπερ εἴδομεν,
μέγιστα πάντων ὧν ὄπωπʼ ἐγὼ κακῶν.
That’s how it was. Painful to hear told; but for those of us who saw it, the worst of all the disasters I have ever seen.
Chorusφεῦ φεῦ· τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαι
πρόρριζον, ὡς ἔοικεν, ἔφθαρται γένος.
ChorusAh, ah. So the whole house of our masters of old has been destroyed, it seems, root and all.
Clytemnestraὦ Ζεῦ, τί ταῦτα, πότερον εὐτυχῆ λέγω,
ἢ δεινὰ μέν, κέρδη δέ; λυπηρῶς δʼ ἔχει,
εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς.
ClytemnestraZeus, what am I to call this? Good fortune? Or terrible, but to my profit? It’s a painful thing, to save my life through my own misfortunes.
Tutorτί δʼ ὧδʼ ἀθυμεῖς, ὦ γύναι, τῷ νῦν λόγῳ;
TutorWhy are you so downcast at this news, my lady?
Clytemnestraδεινὸν τὸ τίκτειν ἐστίν· οὐδὲ γὰρ κακῶς
πάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται.
ClytemnestraGiving birth is a strange and powerful thing. Even when a mother is badly treated, she can’t come to hate the children she bore.
Clytemnestraοὔτοι μάτην γε· πῶς γὰρ ἂν μάτην λέγοις,
εἴ μοι θανόντος πίστʼ ἔχων τεκμήρια
προσῆλθες, ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς,
μαστῶν ἀποστὰς καὶ τροφῆς ἐμῆς, φυγὰς
ἀπεξενοῦτο καί μʼ, ἐπεὶ τῆσδε χθονὸς
ἐξῆλθεν, οὐκέτʼ εἶδεν, ἐγκαλῶν δέ μοι
φόνους πατρῴους δείνʼ ἐπηπείλει τελεῖν;
ClytemnestraNo, not for nothing. How could you call it for nothing, when you’ve come to me with sure proof of his death? He was born of my own life, yet he broke away from my breast and my care and lived in exile in a foreign land. Once he’d left this country he never saw me again. He accused me of his father’s murder and threatened to do terrible things.
ὥστʼ οὔτε νυκτὸς ὕπνον οὔτʼ ἐξ ἡμέρας
ἐμὲ στεγάζειν ἡδύν, ἀλλʼ ὁ προστατῶν
χρόνος διῆγέ μʼ αἰὲν ὡς θανουμένην.
νῦν δʼ—ἡμέρᾳ γὰρ τῇδʼ ἀπήλλαγμαι φόβου
πρὸς τῆσδʼ ἐκείνου θʼ· ἥδε γὰρ μείζων βλάβη
ξύνοικος ἦν μοι, τοὐμὸν ἐκπίνουσʼ ἀεὶ
ψυχῆς ἄκρατον αἷμα—νῦν δʼ ἕκηλά που
τῶν τῆσδʼ ἀπειλῶν οὕνεχʼ ἡμερεύσομεν.
So neither by night nor by day could sweet sleep cover me. Each passing hour kept me living like a woman about to die. But now—since today I’m free of fear, both of her and of him; she was the greater harm, living under my roof, forever drinking the undiluted blood of my life—now, I think, as far as her threats go, I’ll pass my days in peace.
Electraοἴμοι τάλαινα· νῦν γὰρ οἰμῶξαι πάρα,
Ὀρέστα, τὴν σὴν ξυμφοράν, ὅθʼ ὧδʼ ἔχων
πρὸς τῆσδʼ ὑβρίζει μητρός. ἆρʼ ἔχει καλῶς;
ElectraOh, no, poor me! Now I can truly wail over your fate, Orestes, when even in this state you’re insulted by this mother of yours. Isn’t that fine?
Clytemnestraοὔτοι σύ· κεῖνος δʼ ὡς ἔχει καλῶς ἔχει.
ClytemnestraNot for you. But for him, just as he is, it’s fine.
Electraἄκουε, Νέμεσι τοῦ θανόντος ἀρτίως.
ElectraHear her, Nemesis of the one who’s just died!
Clytemnestraἤκουσεν ὧν δεῖ κἀπεκύρωσεν καλῶς.
ClytemnestraShe’s heard what she should, and she’s settled it well.
Electraὕβριζε· νῦν γὰρ εὐτυχοῦσα τυγχάνεις.
ElectraGo on, gloat. Fortune happens to be on your side now.
Clytemnestraοὔκουν Ὀρέστης καὶ σὺ παύσετον τάδε.
ClytemnestraSo Orestes and you won’t be putting a stop to it, will you?
Electraπεπαύμεθʼ ἡμεῖς, οὐχ ὅπως σὲ παύσομεν.
ElectraWe’re the ones who’ve been stopped—far from stopping you.
Clytemnestraπολλῶν ἂν ἥκοις, ὦ ξένʼ, ἄξιος τυχεῖν,
εἰ τήνδʼ ἔπαυσας τῆς πολυγλώσσου βοῆς.
ClytemnestraStranger, you’d deserve a rich reward if you’ve put a stop to her endless shouting.
Clytemnestraἥκιστʼ· ἐπείπερ οὔτʼ ἐμοῦ κατάξιʼ ἂν
πράξειας οὔτε τοῦ πορεύσαντος ξένου.
ἀλλʼ εἴσιθʼ εἴσω· τήνδε δʼ ἔκτοθεν βοᾶν
ἔα τά θʼ αὑτῆς καὶ τὰ τῶν φίλων κακά.
ClytemnestraNot at all. That would be treatment unworthy of me, and of the friend who sent you on your way. No, come inside. Leave her out here to shout about her own troubles and her loved ones’.
Electraἆρʼ ὑμὶν ὡς ἀλγοῦσα κὠδυνωμένη
δεινῶς δακρῦσαι κἀπικωκῦσαι δοκεῖ
τὸν υἱὸν ἡ δύστηνος ὧδʼ ὀλωλότα;
ἀλλʼ ἐγγελῶσα φροῦδος· ὦ τάλαινʼ ἐγώ.
Ὀρέστα φίλταθʼ, ὥς μʼ ἀπώλεσας θανών.
ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχει φρενὸς
αἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι,
σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτε
κἀμοῦ ταλαίνης. νῦν δὲ ποῖ με χρὴ μολεῖν;
ElectraDid she look to you like a woman in pain and anguish, the wretch, weeping terribly and wailing over her son who’s died like this? No—she’s gone off laughing. Oh, poor me. Orestes, my dearest, how you’ve destroyed me by dying! You’ve gone, and torn from my heart the only hopes I still had left: that someday you’d come back alive to avenge our father, and me in my misery. Where am I to go now?
μόνη γάρ εἰμι, σοῦ τʼ ἀπεστερημένη
καὶ πατρός. ἤδη δεῖ με δουλεύειν πάλιν
ἐν τοῖσιν ἐχθίστοισιν ἀνθρώπων ἐμοὶ
φονεῦσι πατρός. ἆρά μοι καλῶς ἔχει;
ἀλλʼ οὔ τι μὴν ἔγωγε τοῦ λοιποῦ χρόνου
ξύνοικος, εἴσειμʼ, ἀλλὰ τῇδε πρὸς πύλῃ
παρεῖσʼ ἐμαυτὴν ἄφιλος αὐανῶ βίον.
πρὸς ταῦτα καινέτω τις, εἰ βαρύνεται,
τῶν ἔνδον ὄντων· ὡς χάρις μέν, ἢν κτάνῃ,
λύπη δʼ, ἐὰν ζῶ· τοῦ βίου δʼ οὐδεὶς πόθος.
I’m alone, robbed of you and of my father. Now I must be a slave again, among the people I hate most in the world, my father’s murderers. Isn’t that fine for me? No—from now on I will not go in and live with them. I’ll lie down here by the gate, with no one to love me, and let my life waste away. So if anyone in there resents it, let them do away with me. It will be a kindness if they put me to death, and a pain if I live. I have no desire for life.
Second Stasimon
Electra and the chorus lament together; she rejects every hope now that Orestes is dead.
Chorusποῦ ποτε κεραυνοὶ Διὸς ἢ ποῦ φαέθων
Ἅλιος, εἰ ταῦτʼ ἐφορῶντες κρύπτουσιν ἕκηλοι;
ChorusWhere are the thunderbolts of Zeus,
where is the blazing Sun,
if they look on this
and calmly keep it hidden?
Electraεἰ τῶν φανερῶς οἰχομένων
εἰς Ἀΐδαν ἐλπίδʼ ὑποίσεις, κατʼ ἐμοῦ τακομένας
μᾶλλον ἐπεμβάσει.
ElectraIf you hold out hope
for those who have plainly gone
down to Hades,
you’ll trample all the harder
on me as I waste away.
Chorusοἶδα γὰρ ἄνακτʼ Ἀμφιάρεων χρυσοδέτοις
ἕρκεσι κρυφθέντα γυναικῶν· καὶ νῦν ὑπὸ γαίας
ChorusI know that lord Amphiaraus
was hidden away by a woman’s
gold-linked snare; and now beneath the earth—
Electraοἶδʼ οἶδʼ· ἐφάνη γὰρ μελέτωρ
ἀμφὶ τὸν ἐν πένθει· ἐμοὶ δʼ οὔτις ἔτʼ ἔσθʼ· ὃς γὰρ ἔτʼ ἦν,
φροῦδος ἀναρπασθείς.
ElectraI know, I know. An avenger came forward
for the one they mourned.
But I have no one left:
the one I still had
is gone, snatched away.
Electraκἀγὼ τοῦδʼ ἴστωρ, ὑπερίστωρ,
πανσύρτῳ παμμήνῳ πολλῶν
δεινῶν στυγνῶν τʼ αἰῶνι.
ElectraI know it, too well I know it,
in a life swept along, month after month,
by a flood of dreadful, hateful things.
Electraμή μέ νυν μηκέτι
παραγάγῃς, ἵνʼ οὐ
ElectraThen don’t try any more
to lead me on, to where no—
Electraπάρεισιν ἐλπίδων ἔτι κοινοτόκων
εὐπατριδᾶν ἀρωγαί.
Electra—no comfort is left from hopes
in a nobly born brother of my own blood.
Electraἦ καὶ χαλάργοις ἐν ἁμίλλαις
οὕτως, ὡς κείνῳ δυστάνῳ,
τμητοῖς ὁλκοῖς ἐγκῦρσαι;
ElectraWhat, and to meet it like that,
like him, poor man, in a race of pounding hooves,
caught in the cut reins dragging him?
Electraπῶς γὰρ οὔκ; εἰ ξένος
ἄτερ ἐμᾶν χερῶν
ElectraOf course it was—if, a stranger far from home,
with no hands of mine to tend him—
Electraκέκευθεν, οὔτε του τάφου ἀντιάσας
οὔτε γόων παρʼ ἡμῶν.
Electra—he lies hidden away,
given no burial
and no wailing from us.
Third Episode
Chrysothemis reports a lock of hair on the tomb; Electra resolves to kill Aegisthus herself.
Chrysothemisὑφʼ ἡδονῆς τοι, φιλτάτη, διώκομαι
τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν·
φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧν
πάροιθεν εἶχες καὶ κατέστενες κακῶν
ChrysothemisDearest, I’m so happy I’ve come running here, all decorum forgotten. I bring you joy, and relief from the troubles you had before and groaned over.
Electraπόθεν δʼ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων
ἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστʼ ἰδεῖν;
ElectraAnd where would you find help for my sorrows, when there’s no cure for them in sight?
Chrysothemisπάρεστʼ Ὀρέστης ἡμίν, ἴσθι τοῦτʼ ἐμοῦ
κλύουσʼ, ἐναργῶς, ὥσπερ εἰσορᾷς ἐμέ.
ChrysothemisOrestes is here with us—take it from me—as plainly as you see me.
Electraἀλλʼ ἦ μέμηνας, ὦ τάλαινα, κἀπὶ τοῖς
σαυτῆς κακοῖσι κἀπὶ τοῖς ἐμοῖς γελᾷς;
ElectraHave you gone mad, you poor thing? Are you laughing at your own troubles and at mine?
Chrysothemisμὰ τὴν πατρῴαν ἑστίαν, ἀλλʼ οὐχ ὕβρει
λέγω τάδʼ, ἀλλʼ ἐκεῖνον ὡς παρόντα νῷν.
ChrysothemisBy our father’s hearth, I’m not saying it to mock you. I’m telling you he’s here with us.
Electraοἴμοι τάλαινα· καὶ τίνος βροτῶν λόγον
τόνδʼ εἰσακούσασʼ ὧδε πιστεύεις ἄγαν;
ElectraOh, poor me. Who told you this story, that you believe it so completely?
Chrysothemisἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆ
σημεῖʼ ἰδοῦσα, τῷδε πιστεύω λόγῳ.
ChrysothemisI believe it on my own evidence, no one else’s. I saw clear signs.
Electraτίνʼ, ὦ τάλαινʼ, ἔχουσα πίστιν; ἐς τί μοι
βλέψασα θάλπει τῷδʼ ἀνηκέστῳ πυρί;
ElectraWhat proof have you got, poor thing? What did you see that’s set you burning with this fever no one can cure?
Chrysothemisπρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μου
τὸ λοιπὸν ἢ φρονοῦσαν ἢ μωρὰν λέγῃς.
ChrysothemisFor the gods’ sake, listen. Then, once you’ve heard me out, you can call me sensible or foolish.
Electraσὺ δʼ οὖν λέγʼ, εἴ σοι τῷ λόγῳ τις ἡδονή.
ElectraWell, go on, if you take any pleasure in talking.
Chrysothemisκαὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην.
ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον,
ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτους
πηγὰς γάλακτος καὶ περιστεφῆ κύκλῳ
πάντων ὅσʼ ἐστὶν ἀνθέων θήκην πατρός.
ἰδοῦσα δʼ ἔσχον θαῦμα, καὶ περισκοπῶ
μή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν.
ὡς δʼ ἐν γαλήνῃ πάντʼ ἐδερκόμην τόπον,
τύμβου προσεῖρπον ἆσσον· ἐσχάτης δʼ ὁρῶ
πυρᾶς νεώρη βόστρυχον τετμημένον·
κεὐθὺς τάλαινʼ ὡς εἶδον, ἐμπαίει τί μοι
ψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶν
πάντων Ὀρέστου τοῦθʼ ὁρᾶν τεκμήριον·
ChrysothemisAll right, I’ll tell you everything I saw. When I came to our father’s ancient tomb, I saw streams of milk freshly poured from the top of the mound, and our father’s resting place ringed all round with every kind of flower there is. I was amazed when I saw it, and I looked around in case someone was close by. When I saw the whole place was quiet, I crept nearer the tomb. And at the edge of the mound I saw a lock of hair, newly cut. The moment I saw it—poor me—a familiar image struck my soul: I was looking at a token of Orestes, dearest of all people on earth.
καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ,
χαρᾷ δὲ πίμπλημʼ εὐθὺς ὄμμα δακρύων.
καὶ νῦν θʼ ὁμοίως καὶ τότʼ ἐξεπίσταμαι
μή του τόδʼ ἀγλάϊσμα πλὴν κείνου μολεῖν·
τῷ γὰρ προσήκει πλήν γʼ ἐμοῦ καὶ σοῦ τόδε;
κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτʼ ἐπίσταμαι,
οὐδʼ αὖ σύ· πῶς γάρ; ᾗ γε μηδὲ πρὸς θεοὺς
ἔξεστʼ ἀκλαύστῳ τῆσδʼ ἀποστῆναι στέγης.
ἀλλʼ οὐδὲ μὲν δὴ μητρὸς οὔθʼ ὁ νοῦς φιλεῖ
τοιαῦτα πράσσειν οὔτε δρῶσʼ ἐλάνθανʼ ἄν·
I picked it up in my hands, and I kept from any ill-omened word, but at once my eyes filled with tears of joy. And now, just as then, I’m certain this offering came from no one but him. Who else would care about it, apart from you and me? And I didn’t do it, I know that, and neither did you—how could you? You can’t even leave this house to go to the gods without paying for it in tears. And as for our mother, it’s not her way to do things like that, and if she did, she wouldn’t have gone unnoticed.
ἀλλʼ ἔστʼ Ὀρέστου ταῦτα τἀπιτύμβια.
ἀλλʼ, ὦ φίλη, θάρσυνε· τοῖς αὐτοῖσί τοι
οὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ.
νῷν ἦν τὰ πρόσθεν στυγνός· ἡ δὲ νῦν ἴσως
πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν.
No, these offerings at the tomb are Orestes’. So cheer up, dear. The same god doesn’t always stand beside the same people. Ours was a hateful one before; but today, perhaps, will set the seal on many good things.
Electraφεῦ, τῆς ἀνοίας ὥς σʼ ἐποικτίρω πάλαι.
ElectraAh—how I’ve pitied your foolishness all along!
Chrysothemisτί δʼ ἔστιν; οὐ πρὸς ἡδονὴν λέγω τάδε;
ChrysothemisWhat’s wrong? Isn’t this something to be glad about?
Electraοὐκ οἶσθʼ ὅποι γῆς οὐδʼ ὅποι γνώμης φέρει.
ElectraYou don’t know where in the world you’re going, or where in your mind.
Chrysothemisπῶς δʼ οὐκ ἐγὼ κάτοιδʼ ἅ γʼ εἶδον ἐμφανῶς;
ChrysothemisHow could I not know what I saw with my own eyes?
Electraτέθνηκεν, ὦ τάλαινα, τἀκείνου δέ σοι
σωτήριʼ ἔρρει· μηδὲν εἰς κεῖνόν γʼ ὅρα.
ElectraHe’s dead, poor thing. Any rescue you hoped for from him is gone. Don’t look to him.
Chrysothemisοἴμοι τάλαινα· τοῦ τάδʼ ἤκουσας βροτῶν;
ChrysothemisOh, no, poor me! Who told you that?
Chrysothemisκαὶ ποῦ ʼστιν οὗτος; θαῦμά τοί μʼ ὑπέρχεται.
ChrysothemisAnd where is he? I can hardly believe it.
Electraκατʼ οἶκον, ἡδὺς οὐδὲ μητρὶ δυσχερής.
ElectraIn the house—a welcome guest, and far from unwelcome to Mother.
Chrysothemisοἴμοι τάλαινα· τοῦ γὰρ ἀνθρώπων ποτʼ ἦν
τὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα;
ChrysothemisOh, no, poor me! Then whose were all those offerings at our father’s tomb?
Electraοἶμαι μάλιστʼ ἔγωγε τοῦ τεθνηκότος
μνημεῖʼ Ὀρέστου ταῦτα προσθεῖναί τινα.
ElectraI’d say most likely someone put them there as memorials to Orestes, now that he’s dead.
Chrysothemisὦ δυστυχής· ἐγὼ δὲ σὺν χαρᾷ λόγους
τοιούσδʼ ἔχουσʼ ἔσπευδον, οὐκ εἰδυῖʼ ἄρα
ἵνʼ ἦμεν ἄτης· ἀλλὰ νῦν, ὅθʼ ἱκόμην,
τά τʼ ὄντα πρόσθεν ἄλλα θʼ εὑρίσκω κακά.
ChrysothemisHow unlucky I am! And I came rushing here so happily with my news, not knowing what ruin we were in. And now that I’m here, I find the troubles we had before, and new ones too.
Electraοὕτως ἔχει σοι ταῦτʼ· ἐὰν δέ μοι πίθῃ,
τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος.
ElectraThat’s how things stand for you. But if you listen to me, you’ll lift the weight of the misery we’re in now.
Electraοὐκ ἔσθʼ ὅ γʼ εἶπον· οὐ γὰρ ὧδʼ ἄφρων ἔφυν.
ElectraThat’s not what I meant. I’m not such a fool.
Chrysothemisτί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος;
ChrysothemisThen what are you asking that I’m able to do?
Electraτλῆναί σε δρῶσαν ἃν ἐγὼ παραινέσω.
ElectraTo have the courage to do what I’m going to urge.
Chrysothemisἀλλʼ εἴ τις ὠφέλειά γʼ, οὐκ ἀπώσομαι.
ChrysothemisWell, if there’s any good in it, I won’t refuse.
Chrysothemisὁρῶ. ξυνοίσω πᾶν ὅσονπερ ἂν σθένω.
ChrysothemisI see. I’ll help with all the strength I have.
Electraἄκουε δή νυν ᾗ βεβούλευμαι ποεῖν.
παρουσίαν μὲν οἶσθα καὶ σύ που φίλων
ὡς οὔτις ἡμῖν ἔστιν, ἀλλʼ Ἅιδης λαβὼν
ἀπεστέρηκε καὶ μόνα λελείμμεθον.
ἐγὼ δʼ ἕως μὲν τὸν κασίγνητον βίῳ
θάλλοντʼ ἔτʼ εἰσήκουον, εἶχον ἐλπίδας
φόνου ποτʼ αὐτὸν πράκτορʼ ἵξεσθαι πατρός·
νῦν δʼ ἡνίκʼ οὐκέτʼ ἔστιν, εἰς σὲ δὴ βλέπω,
ὅπως τὸν αὐτόχειρα πατρῴου φόνου
ξὺν τῇδʼ ἀδελφῇ μὴ κατοκνήσεις κτανεῖν
Αἴγισθον· οὐδὲν γάρ σε δεῖ κρύπτειν μʼ ἔτι.
ElectraThen listen to what I’ve decided to do. You know yourself, I think, that we have no loved ones by our side. Hades has taken them and robbed us, and we two are left alone. As long as I still heard that our brother was alive and thriving, I had hopes that he’d come someday to avenge our father’s murder. But now that he’s gone, I’m looking to you. Don’t shrink from killing, with me, your sister, the man whose own hand murdered our father—Aegisthus. There’s no reason for me to hide anything from you anymore.
ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εἰς τίνʼ ἐλπίδων
βλέψασʼ ἔτʼ ὀρθήν; ᾗ πάρεστι μὲν στένειν
πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ,
πάρεστι δʼ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου
ἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε.
καὶ τῶνδε μέντοι μηκέτʼ ἐλπίσῃς ὅπως
τεύξει ποτʼ· οὐ γὰρ ὧδʼ ἄβουλός ἐστʼ ἀνὴρ
Αἴγισθος ὥστε σόν ποτʼ ἢ κἀμὸν γένος
βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ.
ἀλλʼ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν,
πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτω
θανόντος οἴσει τοῦ κασιγνήτου θʼ ἅμα·
How long will you sit back and wait? What hope still standing is left for you to look to? You have every reason to groan at being robbed of our father’s wealth, and every reason to grieve at growing old, all this time, unmarried, with no wedding song. And don’t go hoping you’ll ever have those things. Aegisthus isn’t so foolish as to let children of yours or mine ever be born—that would mean certain disaster for him. But if you follow my plan, first you’ll win praise for your reverence from our dead father below, and from our brother too.
ἔπειτα δʼ, ὥσπερ ἐξέφυς, ἐλευθέρα
καλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων
τεύξει· φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν.
λόγων γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην
σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσʼ ἐμοί;
τίς γάρ ποτʼ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν
τοιοῖσδʼ ἐπαίνοις οὐχὶ δεξιώσεται·
ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι,
ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην,
ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲ
ψυχῆς ἀφειδήσαντε προὐστήτην φόνου·
τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν,
τώδʼ ἔν θʼ ἑορταῖς ἔν τε πανδήμῳ πόλει
τιμᾶν ἅπαντας οὕνεκʼ ἀνδρείας χρεών.
Then you’ll be called free from now on, just as you were born, and you’ll find a marriage worthy of you; everyone likes to look to what’s noble. And don’t you see how much glory you’ll win for yourself and for me if you do what I say? What citizen or stranger who sees us won’t greet us with praise like this: “Look at these two sisters, friends. They saved their father’s house. When their enemies stood firm in power, they gave no thought to their own lives and took the killing into their hands. These two we should love, these two we should all revere; at festivals and whenever the whole city gathers, all of us should honor these two for their courage.”
τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν,
ζώσαιν θανούσαιν θʼ ὥστε μὴ ʼκλιπεῖν κλέος.
ἀλλʼ, ὦ φίλη, πείσθητι, συμπόνει πατρί,
σύγκαμνʼ ἀδελφῷ, παῦσον ἐκ κακῶν ἐμέ,
παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκουσʼ ὅτι
ζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν.
That’s what everyone will say about us, so that in life and in death our fame will never fail. Please, dear, do as I say. Take up our father’s cause, share the struggle with our brother, set me free from these troubles, and set yourself free. Know this: for those born noble, to live shamefully is a shame.
Chorusἐν τοῖς τοιούτοις ἐστὶν ἡ προμηθία
καὶ τῷ λέγοντι καὶ κλύοντι σύμμαχος.
ChorusIn matters like these, forethought is an ally to the one who speaks and the one who listens.
Chrysothemisκαὶ πρίν γε φωνεῖν, ὦ γυναῖκες, εἰ φρενῶν
ἐτύγχανʼ αὕτη μὴ κακῶν, ἐσῴζετʼ ἂν
τὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται.
ποῖ γάρ ποτʼ ἐμβλέψασα τοιοῦτον θράσος
αὐτή θʼ ὁπλίζει κἄμʼ ὑπηρετεῖν καλεῖς;
οὐκ εἰσορᾷς; γυνὴ μὲν οὐδʼ ἀνὴρ ἔφυς,
σθένεις δʼ ἔλασσον τῶν ἐναντίων χερί.
δαίμων δὲ τοῖς μὲν εὐτυχεῖ καθʼ ἡμέραν,
ἡμῖν δʼ ἀπορρεῖ κἀπὶ μηδὲν ἔρχεται.
ChrysothemisAnd before she said a word, women, if she’d had any sense she’d have held on to caution—which she isn’t doing. What in the world are you looking to, that you arm yourself with such daring and call on me to help you? Don’t you see? You were born a woman, not a man, and your hand is weaker than your enemies’. Their fortune flourishes day by day, while ours is ebbing away and coming to nothing.
τίς οὖν τοιοῦτον ἄνδρα βουλεύων ἑλεῖν
ἄλυπος ἄτης ἐξαπαλλαχθήσεται;
ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰ
κτησώμεθʼ, εἴ τις τούσδʼ ἀκούσεται λόγους.
λύει γὰρ ἡμῖν οὐδὲν οὐδʼ ἐπωφελεῖ
βάξιν καλὴν λαβόντε δυσκλεῶς θανεῖν.
οὐ γὰρ θανεῖν ἔχθιστον, ἀλλʼ ὅταν θανεῖν
χρῄζων τις εἶτα μηδὲ τοῦτʼ ἔχῃ λαβεῖν.
ἀλλʼ ἀντιάζω, πρὶν πανωλέθρους τὸ πᾶν
ἡμᾶς τʼ ὀλέσθαι κἀξερημῶσαι γένος,
κατάσχες ὀργήν. καὶ τὰ μὲν λελεγμένα
ἄρρητʼ ἐγώ σοι κἀτελῆ φυλάξομαι,
αὐτὴ δὲ νοῦν σχὲς ἀλλὰ τῷ χρόνῳ ποτέ,
σθένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκαθεῖν.
So who could plot to take down a man like that and get clear of ruin unharmed? Watch out, or, faring badly as we are, we’ll bring worse trouble on ourselves if anyone hears what you’ve been saying. It does us no good, no help at all, to win a fine name and then die in disgrace. Death isn’t the worst thing. The worst is when someone longs to die and can’t even have that. No, I beg you, before we’re utterly destroyed and our family wiped out, hold back your anger. I’ll keep what you’ve said unspoken and unfulfilled. As for you, have some sense—at last, after all this time—and since you have no strength, give way to those in power.
Chorusπείθου· προνοίας οὐδὲν ἀνθρώποις ἔφυ
κέρδος λαβεῖν ἄμεινον οὐδὲ νοῦ σοφοῦ.
ChorusListen to her. There’s no gain people can win that’s better than forethought and a wise mind.
Electraἀπροσδόκητον οὐδὲν εἴρηκας· καλῶς δʼ
ᾔδη σʼ ἀπορρίψουσαν ἁπηγγελλόμην.
ἀλλʼ αὐτόχειρί μοι μόνῃ τε δραστέον
τοὔργον τόδʼ· οὐ γὰρ δὴ κενόν γʼ ἀφήσομεν.
ElectraYou’ve said nothing I didn’t expect. I knew perfectly well you’d throw away what I offered. Well then, I must do this deed with my own hand, alone. I won’t leave it undone.
Chrysothemisφεῦ·
εἴθʼ ὤφελες τοιάδε τὴν γνώμην πατρὸς
θνῄσκοντος εἶναι· πᾶν γὰρ ἂν κατειργάσω.
ChrysothemisAh! I wish you’d had this kind of resolve when our father was being killed. You’d have accomplished everything.
Electraἀλλʼ ἦ φύσιν γε, τὸν δὲ νοῦν ἥσσων τότε.
ElectraI had the nature then. It was my mind that was weaker.
Chrysothemisἄσκει τοιαύτη νοῦν διʼ αἰῶνος μένειν.
ChrysothemisThen try to keep your mind like that for the rest of your life.
Electraὡς οὐχὶ συνδράσουσα νουθετεῖς τάδε.
ElectraYou’re lecturing me like this because you won’t help.
Chrysothemisεἰκὸς γὰρ ἐγχειροῦντα καὶ πράσσειν κακῶς.
ChrysothemisYes—whoever tries such things is likely to come to grief.
Electraζηλῶ σε τοῦ νοῦ, τῆς δὲ δειλίας στυγῶ.
ElectraI envy your good sense; I hate your cowardice.
Chrysothemisἀνέξομαι κλύουσα χὤταν εὖ λέγῃς.
ChrysothemisI’ll put up with hearing that—as I will when you praise me.
Chrysothemisμακρὸς τὸ κρῖναι ταῦτα χὠ λοιπὸς χρόνος.
ChrysothemisThere’s a long time ahead to judge that.
Chrysothemisἔνεστιν· ἀλλὰ σοὶ μάθησις οὐ πάρα.
ChrysothemisThere is. But there’s no learning in you.
Electraἀλλʼ οὖν ἐπίστω γʼ οἷ μʼ ἀτιμίας ἄγεις.
ElectraThen at least understand what dishonor you’re leading me into.
Chrysothemisἀτιμίας μὲν οὔ, προμηθίας δὲ σοῦ.
ChrysothemisNot dishonor. I’m looking out for you.
Electraτῷ σῷ δικαίῳ δῆτʼ ἐπισπέσθαι με δεῖ;
ElectraSo I’m supposed to follow your idea of what’s just?
Chrysothemisὅταν γὰρ εὖ φρονῇς, τόθʼ ἡγήσει σὺ νῷν.
ChrysothemisWhen you’re thinking straight, then you can lead us both.
Electraἦ δεινὸν εὖ λέγουσαν ἐξαμαρτάνειν.
ElectraIt’s terrible to speak so well and be so wrong.
Chrysothemisεἴρηκας ὀρθῶς ᾧ σὺ πρόσκεισαι κακῷ.
ChrysothemisYou’ve described exactly the fault you’re wedded to.
Electraτί δʼ; οὐ δοκῶ σοι ταῦτα σὺν δίκῃ λέγειν;
ElectraWhat? Don’t you think what I’m saying is just?
Chrysothemisἀλλʼ ἔστιν ἔνθα χἠ δίκη βλάβην φέρει.
ChrysothemisThere are times when even justice does harm.
Chrysothemisἀλλʼ εἰ ποήσεις ταῦτʼ, ἐπαινέσεις ἐμέ.
ChrysothemisWell, if you do this, you’ll come round to praising me.
Electraκαὶ μὴν ποήσω γʼ οὐδὲν ἐκπλαγεῖσά σε.
ElectraOh, I’ll do it, and you won’t scare me off.
Chrysothemisκαὶ τοῦτʼ ἀληθές, οὐδὲ βουλεύσει πάλιν;
ChrysothemisDo you really mean it? You won’t think again?
Chrysothemisφρονεῖν ἔοικας οὐδὲν ὧν ἐγὼ λέγω.
ChrysothemisYou don’t seem to take in a word I say.
Chrysothemisἄπειμι τοίνυν· οὔτε γὰρ σὺ τἄμʼ ἔπη
τολμᾷς ἐπαινεῖν οὔτʼ ἐγὼ τοὺς σοὺς τρόπους.
ChrysothemisThen I’ll go. You can’t bring yourself to approve of my words, and I can’t approve of your ways.
Electraἀλλʼ εἴσιθʼ. οὔ σοι μὴ μεθέψομαί ποτε,
οὐδʼ ἢν σφόδρʼ ἱμείρουσα τυγχάνῃς· ἐπεὶ
πολλῆς ἀνοίας καὶ τὸ θηρᾶσθαι κενά.
ElectraGo on in. I’ll never follow you—not even if you want it desperately. It’s sheer folly to chase after empty things.
Chrysothemisἀλλʼ εἰ σεαυτῇ τυγχάνεις δοκοῦσά τι
φρονεῖν, φρόνει τοιαῦθʼ. ὅταν γὰρ ἐν κακοῖς
ἤδη βεβήκῃς, τἄμʼ ἐπαινέσεις ἔπη.
ChrysothemisWell, if you think you’re being sensible, go on thinking that way. When you’re already deep in trouble, you’ll praise my words.
Third Stasimon
The chorus praise Electra’s loyalty to her father and pray that she will triumph.
Chorusτί τοὺς ἄνωθεν φρονιμωτάτους οἰωνοὺς ἐσορώμενοι τροφᾶς
κηδομένους ἀφʼ ὧν τε βλάστωσιν ἀφʼ ὧν τʼ ὄνασιν εὕρ-
ωσι, τάδʼ οὐκ ἐπʼ ἴσας τελοῦμεν;
ἀλλʼ οὐ τὰν Διὸς ἀστραπὰν
καὶ τὰν οὐρανίαν Θέμιν,
δαρὸν οὐκ ἀπόνητοι.
ὦ χθονία βροτοῖσι φάμα, κατά μοι βόασον οἰκτρὰν
ὄπα τοῖς ἔνερθʼ Ἀτρείδαις, ἀχόρευτα φέρουσʼ
ὀνείδη·
ChorusWhy, when we see the birds above,
so wise, taking care to feed
those who gave them life
and those from whom they’ve had good,
do we not pay that debt in equal measure?
But by the lightning of Zeus
and Themis enthroned in heaven,
not for long will they go unpunished.
Voice that travels down to mortals under the earth,
cry out for me a pitiful cry
to the house of Atreus below,
carrying joyless news
of disgrace:
ὅτι σφὶν ἤδη τὰ μὲν ἐκ δόμων νοσεῖ δή, τὰ δὲ πρὸς τέκνων διπλῆ
φύλοπις οὐκέτʼ ἐξισοῦται φιλοτασίῳ διαί-
τᾳ· πρόδοτος δὲ μόνα σαλεύει
Ἠλέκτρα, τὸν ἀεὶ πατρὸς
δειλαία στενάχουσʼ, ὅπως
ἁ πάνδυρτος ἀηδών,
οὔτε τι τοῦ θανεῖν προμηθὴς τό τε μὴ βλέπειν ἑτοίμα,
διδύμαν ἑλοῦσʼ Ἐρινύν· τίς ἂν εὔπατρις ὧδε βλάστοι;
that their house is sick now,
and between their children the strife of two
is no longer softened
in a loving life together.
Betrayed, alone, Electra
is tossed on the storm,
forever mourning her father, poor girl,
like the nightingale who grieves without end,
with no thought for death,
ready to leave the light behind,
if only she can bring down the double Fury.
Who could be born so worthy of her father?
οὐδεὶς τῶν ἀγαθῶν γὰρ
ζῶν κακῶς εὔκλειαν αἰσχῦναι θέλει
νώνυμος, ὦ παῖ παῖ.
ὡς καὶ σὺ πάγκλαυτον αἰῶνα κοινὸν εἵλου,
τὸ μὴ καλὸν καθοπλίσασα, δύο φέρειν ἐν ἑνὶ λόγῳ,
σοφά τʼ ἀρίστα τε παῖς κεκλῆσθαι.
For no one who is noble
would choose to shame his good name
by living a base life, without a name,
child, my child.
So you too have chosen
a life of endless tears, shared with your own,
taking up arms against what is shameful,
to win two prizes in one word:
to be called wise, and the best of daughters.
ζῴης μοι καθύπερθεν
χειρὶ καὶ πλούτῳ τεῶν ἐχθρῶν ὅσον
νῦν ὑπόχειρ ναίεις·
ἐπεί σʼ ἐφηύρηκα μοίρᾳ μὲν οὐκ ἐν ἐσθλᾷ
βεβῶσαν, ἃ δὲ μέγιστʼ ἔβλαστε νόμιμα, τῶνδε φερομέναν
ἄριστα τᾷ Ζηνὸς εὐσεβείᾳ.
May you live as high above your enemies
in power and wealth
as you now live beneath their hand.
For I have found you
walking in no happy fortune,
and yet in the greatest laws
that ever grew among us
winning the highest prize
through your reverence toward Zeus.
Fourth Episode
Orestes hands Electra the urn; after her lament he reveals himself, and the Tutor hurries them inside.
Orestesἆρʼ, ὦ γυναῖκες, ὀρθά τʼ εἰσηκούσαμεν
ὀρθῶς θʼ ὁδοιποροῦμεν ἔνθα χρῄζομεν;
OrestesTell me, women: were we given the right directions? Is this the right road to where we want to go?
Chorusτί δʼ ἐξερευνᾷς καὶ τί βουληθεὶς πάρει;
ChorusWhat are you looking for? What brings you here?
OrestesΑἴγισθον ἔνθʼ ᾤκηκεν ἱστορῶ πάλαι.
OrestesI’ve been asking for a while now where Aegisthus lives.
Chorusἀλλʼ εὖ θʼ ἱκάνεις χὠ φράσας ἀζήμιος.
ChorusWell, you’ve come to the right place, and whoever directed you can’t be faulted.
Orestesτίς οὖν ἂν ὑμῶν τοῖς ἔσω φράσειεν ἂν
ἡμῶν ποθεινὴν κοινόπουν παρουσίαν;
OrestesThen which of you would tell the people inside that we’ve come, the two of us together, a visit they’ve been longing for?
Chorusἥδʼ, εἰ τὸν ἄγχιστόν γε κηρύσσειν χρεών.
ChorusShe will, if the announcement should come from the nearest of kin.
Orestesἴθʼ, ὦ γύναι, δήλωσον εἰσελθοῦσʼ ὅτι
Φωκῆς ματεύουσʼ ἄνδρες Αἴγισθόν τινες,
OrestesGo in, then, lady, and let them know that some men from Phocis are looking for Aegisthus—
Electraοἴμοι τάλαινʼ, οὐ δή ποθʼ ἧς ἠκούσαμεν
φήμης φέροντες ἐμφανῆ τεκμήρια;
ElectraOh, no, no. You’re not bringing clear proof of the rumor we heard, are you?
Orestesοὐκ οἶδα τὴν σὴν κληδόνʼ· ἀλλά μοι γέρων
ἐφεῖτʼ Ὀρέστου Στρόφιος ἀγγεῖλαι πέρι.
OrestesI don’t know about your rumor. But old Strophius told me to bring news about Orestes.
Electraτί δʼ ἔστιν, ὦ ξένʼ; ὥς μʼ ὑπέρχεται φόβος.
ElectraWhat is it, stranger? Fear is creeping over me.
Orestesφέροντες αὐτοῦ σμικρὰ λείψανʼ ἐν βραχεῖ
τεύχει θανόντος, ὡς ὁρᾷς, κομίζομεν.
OrestesHe is dead. We’re bringing the little that’s left of him in a small urn, as you can see.
Electraοἲ ʼγὼ τάλαινα, τοῦτʼ ἐκεῖνʼ ἤδη σαφὲς
πρόχειρον ἄχθος, ὡς ἔοικε, δέρκομαι.
ElectraOh, how wretched I am! So that’s it, plain to see now: the burden there in your hands, it seems.
Orestesεἴπερ τι κλαίεις τῶν Ὀρεστείων κακῶν,
τόδʼ ἄγγος ἴσθι σῶμα τοὐκείνου στέγον.
OrestesIf you weep at all for what has happened to Orestes, know that this vessel holds his body.
Electraὦ ξεῖνε, δός νυν, πρὸς θεῶν, εἴπερ τόδε
κέκευθεν αὐτὸν τεῦχος, εἰς χεῖρας λαβεῖν,
ὅπως ἐμαυτὴν καὶ γένος τὸ πᾶν ὁμοῦ
ξὺν τῇδε κλαύσω κἀποδύρωμαι σποδῷ.
ElectraStranger, for the gods’ sake, if this urn really holds him, let me take it in my hands, so that I can weep and mourn with these ashes for myself and for our whole house together.
Orestesδόθʼ, ἥτις ἐστί, προσφέροντες· οὐ γὰρ ὡς
ἐν δυσμενείᾳ γʼ οὖσʼ ἐπαιτεῖται τάδε,
ἀλλʼ ἢ φίλων τις ἢ πρὸς αἵματος φύσιν.
OrestesBring it to her, whoever she is, and give it to her. She isn’t asking for it as someone who hated him. She must be one of his loved ones, or his own flesh and blood.
Electraὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ
ψυχῆς Ὀρέστου λοιπόν, ὥς σʼ ἀπʼ ἐλπίδων
οὐχ ὧνπερ ἐξέπεμπον εἰσεδεξάμην.
νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν,
δόμων δέ σʼ, ὦ παῖ, λαμπρὸν ἐξέπεμψʼ ἐγώ.
ὡς ὤφελον πάροιθεν ἐκλιπεῖν βίον,
πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖν
κλέψασα ταῖνδε κἀνασώσασθαι φόνου,
ὅπως θανὼν ἔκεισο τῇ τόθʼ ἡμέρᾳ,
τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος.
ElectraYou are all that’s left to remember the soul of Orestes by, dearest of all people to me. How far from the hopes I sent you out with is the way I’ve received you back! Now I hold you in my hands, and you are nothing. But you were shining, my boy, when I sent you from this house. I wish I had left this life before I stole you away with these hands, rescued you from murder, and sent you off to a foreign land. Then you would have died that day and lain here, sharing your father’s tomb.
νῦν δʼ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰς
κακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα,
κοὔτʼ ἐν φίλαισι χερσὶν ἡ τάλαινʼ ἐγὼ
λουτροῖς σʼ ἐκόσμησʼ οὔτε παμφλέκτου πυρὸς
ἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος,
ἀλλʼ ἐν ξέναισι χερσὶ κηδευθεὶς τάλας
σμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει.
οἴμοι τάλαινα τῆς ἐμῆς πάλαι τροφῆς
ἀνωφελήτου, τὴν ἐγὼ θάμʼ ἀμφὶ σοὶ
πόνῳ γλυκεῖ παρέσχον· οὔτε γάρ ποτε
μητρὸς σύ γʼ ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος,
οὔθʼ οἱ κατʼ οἶκον ἦσαν, ἀλλʼ ἐγὼ τροφός,
ἐγὼ δʼ ἀδελφὴ σοὶ προσηυδώμην ἀεί.
But as it is, you died miserably, far from home, an exile in another land, without your sister. And I, unhappy as I am, didn’t wash you and lay you out with loving hands, or gather from the blazing fire, as was only right, that pitiful weight. No: tended by strangers’ hands, poor boy, you come back to me a little weight in a little urn. Oh, how wretched I am! All my nursing long ago, gone for nothing, all the care I gave you so often, a labor that was sweet. You were never your mother’s darling more than mine. It wasn’t the servants of the house who nursed you. I did. And it was always me you called “sister.”
νῦν δʼ ἐκλέλοιπε ταῦτʼ ἐν ἡμέρᾳ μιᾷ
θανόντι σὺν σοί· πάντα γὰρ συναρπάσας
θύελλʼ ὅπως βέβηκας. οἴχεται πατήρ·
τέθνηκʼ ἐγὼ σοί· φροῦδος αὐτὸς εἶ θανών·
γελῶσι δʼ ἐχθροί· μαίνεται δʼ ὑφʼ ἡδονῆς
μήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκις
φήμας λάθρᾳ προύπεμπες ὡς φανούμενος
τιμωρὸς αὐτός. ἀλλὰ ταῦθʼ ὁ δυστυχὴς
δαίμων ὁ σός τε κἀμὸς ἐξαφείλετο,
ὅς σʼ ὧδέ μοι προύπεμψεν ἀντὶ φιλτάτης
μορφῆς σποδόν τε καὶ σκιὰν ἀνωφελῆ.
Now all of that has vanished in a single day, dead with you. You’ve swept everything up like a whirlwind and gone. Our father is gone. I am dead along with you. You yourself are dead and gone. Our enemies are laughing. Our mother, who is no mother, is mad with joy. So often you sent me secret word that you would come yourself to take revenge on her. But your unlucky fate, and mine, has snatched all that away, and sent you back to me like this: instead of the form I loved, ashes and a useless shadow.
οἴμοι μοι.
ὦ δέμας οἰκτρόν. φεῦ φεῦ.
ὦ δεινοτάτας, οἴμοι μοι,
πεμφθεὶς κελεύθους, φίλταθʼ, ὥς μʼ ἀπώλεσας·
ἀπώλεσας δῆτʼ, ὦ κασίγνητον κάρα.
τοιγὰρ σὺ δέξαι μʼ ἐς τὸ σὸν τόδε στέγος,
τὴν μηδὲν εἰς τὸ μηδέν, ὡς σὺν σοὶ κάτω
ναίω τὸ λοιπόν· καὶ γὰρ ἡνίκʼ ἦσθʼ ἄνω,
ξὺν σοὶ μετεῖχον τῶν ἴσων, καὶ νῦν ποθῶ
τοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου.
τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους.
Oh, no, no. Pitiful body. Ah, ah. Oh, sent on the most terrible of journeys, oh, no, no, my dearest, how you have destroyed me! Yes, you have destroyed me, my own dear brother. So take me into this house of yours, nothing into nothing, so that I may live with you below for the rest of time. When you were up here, I shared everything equally with you, and now I long to die and not be shut out of your grave. For I don’t see the dead in any pain.
Chorusθνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει,
θνητὸς δʼ Ὀρέστης. ὥστε μὴ λίαν στένε.
πᾶσιν γὰρ ἡμῖν τοῦτʼ ὀφείλεται παθεῖν.
ChorusRemember, Electra, your father was mortal, and Orestes was mortal. So don’t grieve too much. This is a debt all of us have to pay.
Orestesφεῦ φεῦ. τί λέξω; ποῖ λόγων ἀμηχανῶν
ἔλθω; κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω.
OrestesAh, ah. What shall I say? Where can I turn, when I have no words? I can’t control my tongue any longer.
Electraτί δʼ ἔσχες ἄλγος; πρὸς τί τοῦτʼ εἰπὼν κυρεῖς;
ElectraWhat has hurt you? Why do you say that?
Orestesοἴμοι ταλαίνης ἆρα τῆσδε συμφορᾶς.
OrestesOh, no. Then what a wretched misfortune this is.
Electraοὐ δή ποτʼ, ὦ ξένʼ, ἀμφʼ ἐμοὶ στένεις τάδε;
ElectraSurely, stranger, you’re not grieving like this over me?
Electraοὔτοι ποτʼ ἄλλην ἢ ʼμὲ δυσφημεῖς, ξένε.
ElectraThose ill-omened words are about me, stranger, and no one else.
Orestesφεῦ τῆς ἀνύμφου δυσμόρου τε σῆς τροφῆς,
OrestesAh, the life you’ve had, unmarried and ill-fated—
Electraτί δή ποτʼ, ὦ ξένʼ, ὧδʼ ἐπισκοπῶν στένεις;
ElectraWhy ever do you look at me like that, stranger, and groan?
Orestesὡς οὐκ ἄρʼ ᾔδη τῶν ἐμῶν οὐδὲν κακῶν.
OrestesSo I knew nothing of my own troubles after all.
Electraκαὶ μὴν ὁρᾷς γε παῦρα τῶν ἐμῶν κακῶν.
ElectraAnd yet you’re seeing only a few of my troubles.
Orestesκαὶ πῶς γένοιτʼ ἂν τῶνδʼ ἔτʼ ἐχθίω βλέπειν;
OrestesHow could there be any more hateful to see than these?
Electraὁθούνεκʼ εἰμὶ τοῖς φονεῦσι σύντροφος
ElectraBecause I live under the same roof as the murderers—
Orestesτοῖς τοῦ; πόθεν τοῦτʼ ἐξεσήμηνας κακόν;
OrestesWhose murderers? What evil are you hinting at?
Electraτοῖς πατρός· εἶτα τοῖσδε δουλεύω βίᾳ.
ElectraMy father’s. And on top of that I’m their slave, by force.
Electraμήτηρ καλεῖται, μητρὶ δʼ οὐδὲν ἐξισοῖ.
ElectraShe’s called my mother. She’s nothing like a mother.
Orestesτί δρῶσα; πότερα χερσὶν ἢ λύμῃ βίου;
OrestesDoing what? Using her hands, or making your life a misery?
Electraκαὶ χερσὶ καὶ λύμαισι καὶ πᾶσιν κακοῖς.
ElectraHer hands, and misery, and every kind of cruelty.
Orestesοὐδʼ οὑπαρήξων οὐδʼ ὁ κωλύσων πάρα;
OrestesAnd there’s no one here to help you, no one to stop it?
Electraοὐ δῆθʼ. ὃς ἦν γάρ μοι σὺ προὔθηκας σποδόν.
ElectraNo. The one I had, you’ve set before me as ashes.
Orestesὦ δύσποτμʼ, ὡς ὁρῶν σʼ ἐποικτίρω πάλαι.
OrestesPoor girl, how I’ve pitied you, watching you all this while.
Electraμόνος βροτῶν νυν ἴσθʼ ἐποικτίρας ποτέ.
ElectraThen you should know you’re the only person who has ever pitied me.
Orestesμόνος γὰρ ἥκω τοῖς ἴσοις ἀλγῶν κακοῖς.
OrestesBecause I’m the only one who has come here suffering the same pain as you.
Electraοὐ δή ποθʼ ἡμῖν ξυγγενὴς ἥκεις ποθέν;
ElectraYou’re not some relative of ours, come from somewhere?
Orestesἐγὼ φράσαιμʼ ἄν, εἰ τὸ τῶνδʼ εὔνουν πάρα.
OrestesI’d tell you, if these women here are on our side.
Electraἀλλʼ ἐστὶν εὔνουν, ὥστε πρὸς πιστὰς ἐρεῖς.
ElectraThey are on our side. You’ll be speaking to women you can trust.
Orestesμέθες τόδʼ ἄγγος νῦν, ὅπως τὸ πᾶν μάθῃς.
OrestesLet go of this urn now, so you can learn the whole truth.
Electraμὴ δῆτα πρὸς θεῶν τοῦτό μʼ ἐργάσῃ, ξένε.
ElectraNo, by the gods, don’t do this to me, stranger!
Electraμή, πρὸς γενείου, μὴ ʼξέλῃ τὰ φίλτατα.
ElectraNo, I beg you by your beard, don’t take away what I love most!
Electraὦ τάλαινʼ ἐγὼ σέθεν,
Ὀρέστα, τῆς σῆς εἰ στερήσομαι ταφῆς.
ElectraOh, Orestes, how wretched I am for you, if I’m to be robbed of burying you!
Orestesεὔφημα φώνει· πρὸς δίκης γὰρ οὐ στένεις.
OrestesHush, no words of ill omen. You have no right to mourn.
Electraπῶς τὸν θανόντʼ ἀδελφὸν οὐ δίκῃ στένω;
ElectraHow have I no right to mourn my dead brother?
Orestesοὔ σοι προσήκει τήνδε προσφωνεῖν φάτιν.
OrestesIt isn’t proper for you to speak of him like that.
Orestesἄτιμος οὐδενὸς σύ· τοῦτο δʼ οὐχὶ σόν.
OrestesYou have a claim on everyone. But this isn’t yours.
Orestesἀλλʼ οὐκ Ὀρέστου, πλὴν λόγῳ γʼ ἠσκημένον.
OrestesIt isn’t Orestes’, except as a story has dressed it up.
Orestesοὐκ ἔστι· τοῦ γὰρ ζῶντος οὐκ ἔστιν τάφος.
OrestesThere is none. The living have no grave.
Orestesψεῦδος οὐδὲν ὧν λέγω.
OrestesNothing I’m saying is a lie.
Orestesεἴπερ ἔμψυχός γʼ ἐγώ.
OrestesIf I am.
Orestesτήνδε προσβλέψασά μου
σφραγῖδα πατρὸς ἔκμαθʼ εἰ σαφῆ λέγω.
OrestesLook at this seal of our father’s, and see for yourself whether I’m telling the truth.
Orestesφίλτατον, συμμαρτυρῶ.
OrestesDearest. I agree.
Orestesμηκέτʼ ἄλλοθεν πύθῃ,
OrestesNo need to hear it from anyone else now.
Orestesὡς τὰ λοίπʼ ἔχοις ἀεί.
OrestesAnd may you always have me from now on.
Electraὦ φίλταται γυναῖκες, ὦ πολίτιδες,
ὁρᾶτʼ Ὀρέστην τόνδε, μηχαναῖσι μὲν
θανόντα, νῦν δὲ μηχαναῖς σεσωσμένον.
ElectraMy dearest friends, women of this city, look: here is Orestes, dead by a trick, and now by a trick saved!
Chorusὁρῶμεν, ὦ παῖ, κἀπὶ συμφοραῖσί μοι
γεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο.
ChorusWe see him, child, and at this turn of fortune a tear of joy runs from my eyes.
Electraἰὼ γοναί,
γοναὶ σωμάτων ἐμοὶ φιλτάτων,
ἐμόλετʼ ἀρτίως,
ἐφηύρετʼ, ἤλθετʼ, εἴδεθʼ οὓς ἐχρῄζετε.
ElectraOh, son,
son of the man I loved most,
you’ve come at last,
you’ve found, you’ve come, you’ve seen the ones you longed for.
Orestesσιγᾶν ἄμεινον, μή τις ἔνδοθεν κλύῃ.
OrestesBetter to keep quiet, in case someone inside hears.
Electraἀλλʼ οὐ μὰ τὴν ἄδμητον αἰὲν Ἄρτεμιν,
τόδε μὲν οὔ ποτʼ ἀξιώσω τρέσαι,
περισσὸν ἄχθος ἔνδον
γυναικῶν ὂν αἰεί.
ElectraNo, by Artemis, forever untamed,
I’ll never think it worth my fear,
that useless burden indoors,
those women, always there.
Orestesὅρα γε μὲν δὴ κἀν γυναιξὶν ὡς Ἄρης
ἔνεστιν· εὖ δʼ ἔξοισθα πειραθεῖσά που.
OrestesRemember, though, that Ares lives in women too. You know that well enough, I think, from experience.
Electraὀτοτοτοτοῖ τοτοῖ,
ἀνέφελον ἐνέβαλες οὔ ποτε καταλύσιμον,
οὐδέ ποτε λησόμενον ἁμέτερον
οἷον ἔφυ κακόν.
ElectraOh, oh, oh, oh, oh, no, no!
You have touched our sorrow,
open as a cloudless sky, never to be undone,
never to be forgotten,
the evil that is ours.
Orestesἔξοιδα, παῖ, ταῦτʼ· ἀλλʼ ὅταν παρουσία
φράζῃ, τότʼ ἔργων τῶνδε μεμνῆσθαι χρεών.
OrestesI know all that, child. But when the moment calls for it, that’s when we must remember those deeds.
Electraὁ πᾶς ἐμοί,
ὁ πᾶς ἂν πρέποι παρὼν ἐννέπειν
τάδε δίκᾳ χρόνος·
μόλις γὰρ ἔσχον νῦν ἐλεύθερον στόμα.
ElectraEvery moment,
every moment that comes
would be the right one to speak of this, and justly,
for only now, and barely, is my mouth set free.
Orestesοὗ μή ʼστι καιρὸς μὴ μακρὰν βούλου λέγειν.
OrestesWhen it isn’t the moment, don’t choose to talk at length.
Electraτίς οὖν ἂν ἀξίαν γε σοῦ πεφηνότος
μεταβάλοιτʼ ἂν ὧδε σιγὰν λόγων;
ἐπεί σε νῦν ἀφράστως
ἀέλπτως τʼ ἐσεῖδον.
ElectraNow that you have appeared,
who could rightly trade
words for silence like this?
For now I have seen you,
beyond words, beyond hope.
Orestesτότʼ εἶδες, εὖτε θεοί μʼ ἐπώτρυναν μολεῖν
…
OrestesYou saw me when the gods urged me to come …
Electraἔφρασας ὑπερτέραν
τᾶς πάρος ἔτι χάριτος, εἴ σε θεὸς ἐπόρισεν
ἁμέτερα πρὸς μέλαθρα· δαιμόνιον
αὐτὸ τίθημʼ ἐγώ.
ElectraYou speak of a joy
greater still than the one before,
if a god has brought you
to our house:
I count it the work of heaven.
Orestesτὰ μέν σʼ ὀκνῶ χαίρουσαν εἰργαθεῖν, τὰ δὲ
δέδοικα λίαν ἡδονῇ νικωμένην.
OrestesOn the one hand I hate to hold back your joy. On the other I’m afraid you’re being carried away by pleasure.
Electraἰὼ χρόνῳ μακρῷ φιλτάταν ὁδὸν
ἐπαξιώσας ὧδέ μοι φανῆναι,
μή τί με, πολύπονον ὧδʼ ἰδὼν
ElectraOh, you who after so long
have chosen the dearest road
and come to me like this,
now that you see me so full of suffering, do not—
Electraμή μʼ ἀποστερήσῃς
τῶν σῶν προσώπων ἁδονὰν μεθέσθαι.
Electra—do not rob me,
do not make me let go
of the joy of your face.
Electraὦ φίλαι, ἔκλυον ἃν ἐγὼ οὐδʼ ἂν ἤλπισʼ αὐδάν,
οὐδʼ ἂν ἔσχον ὁρμὰν
ἄναυδον οὐδὲ σὺν βοᾷ κλύουσα,
τάλαινα. νῦν δʼ ἔχω σε· προυφάνης δὲ
φιλτάταν ἔχων πρόσοψιν,
ἇς ἐγὼ οὐδʼ ἂν ἐν κακοῖς λαθοίμαν.
ElectraMy friends, I heard a voice
I would never have hoped to hear.
Hearing it, I could not have held back what I felt,
without a word, without a cry,
miserable as I am. But now I have you.
You have come to me
with the face I love most,
the face I could never forget, even in my sorrows.
Orestesτὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες,
καὶ μήτε μήτηρ ὡς κακὴ δίδασκέ με,
μήθʼ ὡς πατρῴαν κτῆσιν Αἴγισθος δόμων
ἀντλεῖ, τὰ δʼ ἐκχεῖ, τὰ δὲ διασπείρει μάτην·
χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος.
ἃ δʼ ἁρμόσει μοι τῷ παρόντι νῦν χρόνῳ
σήμαινʼ, ὅπου φανέντες ἢ κεκρυμμένοι
γελῶντας ἐχθροὺς παύσομεν τῇ νῦν ὁδῷ.
οὕτω δʼ ὅπως μήτηρ σε μὴ ʼπιγνώσεται
φαιδρῷ προσώπῳ νῷν ἐπελθόντοιν δόμους·
ἀλλʼ ὡς ἐπʼ ἄτῃ τῇ μάτην λελεγμένῃ
στέναζʼ· ὅταν γὰρ εὐτυχήσωμεν, τότε
χαίρειν παρέσται καὶ γελᾶν ἐλευθέρως.
OrestesLeave out the words we don’t need. Don’t tell me how cruel our mother is, or how Aegisthus is draining our father’s wealth from the house, ladling some out, pouring some away, scattering the rest for nothing. Talking would cost you the moment we have. Tell me what fits the present moment: where we should show ourselves or hide on this mission of ours, to stop our enemies’ laughter. And see to it that our mother doesn’t read it in your beaming face when the two of us go into the house. Groan, as if over the ruin that was falsely reported. When we’ve succeeded, then there’ll be time to rejoice and laugh freely.
Electraἀλλʼ ὦ κασίγνηθʼ, ὧδʼ ὅπως καὶ σοὶ φίλον
καὶ τοὐμὸν ἔσται τῇδʼ· ἐπεὶ τὰς ἡδονὰς
πρὸς σοῦ λαβοῦσα κοὐκ ἐμὰς ἐκτησάμην,
κοὐδʼ ἄν σε λυπήσασα δεξαίμην βραχὺ
αὐτὴ μέγʼ εὑρεῖν κέρδος· οὐ γὰρ ἂν καλῶς
ὑπηρετοίην τῷ παρόντι δαίμονι.
ἀλλʼ οἶσθα μὲν τἀνθένδε, πῶς γὰρ οὔ; κλύων
ὁθούνεκʼ Αἴγισθος μὲν οὐ κατὰ στέγας,
μήτηρ δʼ ἐν οἴκοις· ἣν σὺ μὴ δείσῃς ποθʼ ὡς
γέλωτι τοὐμὸν φαιδρὸν ὄψεται κάρα.
ElectraBrother, whatever pleases you will please me too. The joys I have, I got from you; they aren’t my own. I wouldn’t accept a great gain for myself if it meant hurting you even a little. That would be a poor way to serve the power that is with us now. You know how things stand here, of course: you’ve heard that Aegisthus isn’t at home, but our mother is in the house. Don’t ever fear that she’ll see my face lit up with a smile.
μῖσός τε γὰρ παλαιὸν ἐντέτηκέ μοι,
κἀπεί σʼ ἐσεῖδον, οὔ ποτʼ ἐκλήξω χαρᾷ
δακρυρροοῦσα· πῶς γὰρ ἂν λήξαιμʼ ἐγώ,
ἥτις μιᾷ σε τῇδʼ ὁδῷ θανόντα τε
καὶ ζῶντʼ ἐσεῖδον; εἴργασαι δέ μʼ ἄσκοπα·
ὥστʼ εἰ πατήρ μοι ζῶν ἵκοιτο, μηκέτʼ ἂν
τέρας νομίζειν αὐτό, πιστεύειν δʼ ὁρᾶν.
ὅτʼ οὖν τοιαύτην ἡμὶν ἐξήκεις ὁδόν,
ἄρχʼ αὐτὸς ὥς σοι θυμός· ὡς ἐγὼ μόνη
οὐκ ἂν δυοῖν ἥμαρτον· ἢ γὰρ ἂν καλῶς
ἔσωσʼ ἐμαυτὴν ἢ καλῶς ἀπωλόμην.
An old hatred has sunk deep into me, and now that I’ve seen you, I’ll never stop weeping for joy. How could I stop, when on this one journey I’ve seen you both dead and alive? You’ve done things to me I never could have foreseen. If my father came back to me alive, I wouldn’t think it a portent any more; I’d believe my eyes. So since you’ve come to us by such a road, take the lead yourself, as your heart tells you. Alone, I wouldn’t have failed in one of two things: either I would have saved myself nobly, or nobly died.
Orestesσιγᾶν ἐπῄνεσʼ ὡς ἐπʼ ἐξόδῳ κλύω τῶν ἔνδοθεν χωροῦντος.
OrestesQuiet, I tell you. I hear someone inside coming out.
Electraεἴσιτʼ, ὦ ξένοι,
ἄλλως τε καὶ φέροντες οἷʼ ἂν οὔτε τις
δόμων ἀπώσαιτʼ οὔτʼ ἂν ἡσθείη λαβών.
ElectraGo in, strangers, all the more since what you bring is something no one would turn away from the house, and no one would be glad to receive.
Tutorὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι,
πότερα παρʼ οὐδὲν τοῦ βίου κήδεσθʼ ἔτι
ἢ νοῦς ἔνεστιν οὔτις ὑμὶν ἐγγενής,
ὅτʼ οὐ παρʼ αὐτοῖς, ἀλλʼ ἐν αὐτοῖσιν κακοῖς
τοῖσιν μεγίστοις ὄντες οὐ γιγνώσκετε;
ἀλλʼ εἰ σταθμοῖσι τοῖσδε μὴ ʼκύρουν ἐγὼ
πάλαι φυλάσσων, ἦν ἂν ὑμὶν ἐν δόμοις
τὰ δρώμενʼ ὑμῶν πρόσθεν ἢ τὰ σώματα·
νῦν δʼ εὐλάβειαν τῶνδε προυθέμην ἐγώ.
καὶ νῦν ἀπαλλαχθέντε τῶν μακρῶν λόγων
καὶ τῆς ἀπλήστου τῆσδε σὺν χαρᾷ βοῆς
εἴσω παρέλθεθʼ, ὡς τὸ μὲν μέλλειν κακὸν
ἐν τοῖς τοιούτοις ἔστʼ, ἀπηλλάχθαι δʼ ἀκμή.
TutorYou utter fools, out of your wits! Don’t you care about your lives any more? Or were you born without any sense, that you don’t see you’re not on the edge of the worst danger but right in the middle of it? If I hadn’t been standing guard at this door all this time, your plans would have been inside the house before your bodies. As it is, I’ve taken care to prevent that. Now have done with long speeches and these endless shouts of joy, and go inside. In things like this, delay is dangerous; the moment has come to get it over with.
Tutorκαλῶς· ὑπάρχει γάρ σε μὴ γνῶναί τινα.
TutorWell. You have this in your favor: nobody will know you.
Tutorεἷς τῶν ἐν Ἅιδου μάνθανʼ ἐνθάδʼ ὢν ἀνήρ.
TutorHere, believe me, you’re one of the dead in Hades.
Orestesχαίρουσιν οὖν τούτοισιν; ἢ τίνες λόγοι;
OrestesAre they glad of it, then? What are they saying?
Tutorτελουμένων εἴποιμʼ ἄν· ὡς δὲ νῦν ἔχει,
καλῶς τὰ κείνων πάντα, καὶ τὰ μὴ καλῶς.
TutorI’ll tell you when it’s over. As things stand, all is well with them, even what isn’t well.
Electraτίς οὗτός ἐστʼ, ἀδελφέ; πρὸς θεῶν φράσον.
ElectraWho is this, brother? For the gods’ sake, tell me.
Electraοὐδέ γʼ ἐς θυμὸν φέρω.
ElectraI can’t even guess.
Orestesοὐκ οἶσθʼ ὅτῳ μʼ ἔδωκας εἰς χέρας ποτέ;
OrestesDon’t you know whose hands you once put me into?
Orestesοὗ τὸ Φωκέων πέδον
ὑπεξεπέμφθην σῇ προμηθίᾳ χεροῖν.
OrestesThe man whose hands, thanks to your foresight, smuggled me away to the land of Phocis.
Electraἦ κεῖνος οὗτος, ὅν ποτʼ ἐκ πολλῶν ἐγὼ
μόνον προσηῦρον πιστὸν ἐν πατρὸς φόνῳ;
ElectraIs this him, the one man out of many I found faithful when our father was murdered?
Orestesὅδʼ ἐστί· μή μʼ ἔλεγχε πλείοσιν λόγοις.
OrestesThat’s him. Don’t press me with more questions.
Electraὦ φίλτατον φῶς, ὦ μόνος σωτὴρ δόμων
Ἀγαμέμνονος, πῶς ἦλθες; ἦ σὺ κεῖνος εἶ,
ὃς τόνδε κἄμʼ ἔσωσας ἐκ πολλῶν πόνων;
ὦ φίλταται μὲν χεῖρες, ἥδιστον δʼ ἔχων
ποδῶν ὑπηρέτημα, πῶς οὕτω πάλαι
ξυνών μʼ ἔληθες οὐδʼ ἔφαινες, ἀλλά με
λόγοις ἀπώλλυς, ἔργʼ ἔχων ἥδιστʼ ἐμοί;
χαῖρʼ, ὦ πάτερ· πατέρα γὰρ εἰσορᾶν δοκῶ·
χαῖρʼ· ἴσθι δʼ ὡς μάλιστά σʼ ἀνθρώπων ἐγὼ
ἤχθηρα κἀφίλησʼ ἐν ἡμέρᾳ μιᾷ.
ElectraOh, dearest light! The only savior of Agamemnon’s house, how did you come? Are you really the one who saved him and me from so much suffering? Oh, dearest hands! And feet that have done such sweet service! How could you be with me so long and keep yourself hidden, and not show yourself, but destroy me with words, when you had deeds that were sweetest of all to me? Welcome, Father, for it’s my father I seem to see. Welcome. And know that in a single day I’ve hated you and loved you more than anyone alive.
Tutorἀρκεῖν δοκεῖ μοι· τοὺς γὰρ ἐν μέσῳ λόγους
πολλαὶ κυκλοῦνται νύκτες ἡμέραι τʼ ἴσαι,
αἳ ταῦτά σοι δείξουσιν, Ἠλέκτρα, σαφῆ.
σφῷν δʼ ἐννέπω γε τοῖν παρεστώτοιν ὅτι
νῦν καιρὸς ἔρδειν· νῦν Κλυταιμνήστρα μόνη,
νῦν οὔτις ἀνδρῶν ἔνδον· εἰ δʼ ἐφέξετον,
φροντίζεθʼ ὡς τούτοις τε καὶ σοφωτέροις
ἄλλοισι τούτων πλείοσιν μαχούμενοι.
TutorI think that’s enough. As for the story of what happened in between, many nights and as many days are coming round that will make it all clear to you, Electra. But I tell you two, standing here: now is the time to act. Now Clytemnestra is alone. Now there’s no man inside. If you hold back, reckon that you’ll be fighting these and others, more of them and cleverer.
Orestesοὐκ ἂν μακρῶν ἔθʼ ἡμὶν οὐδὲν ἂν λόγων,
Πυλάδη, τόδʼ εἴη τοὔργον, ἀλλʼ ὅσον τάχος
χωρεῖν ἔσω, πατρῷα προσκύσανθʼ ἕδη
θεῶν, ὅσοιπερ πρόπυλα ναίουσιν τάδε.
OrestesPylades, this is no longer a job for long speeches. We must go in as fast as we can, once we’ve bowed to the images of my father’s gods, all who dwell here at the gates.
Electraἄναξ Ἄπολλον, ἵλεως αὐτοῖν κλύε
ἐμοῦ τε πρὸς τούτοισιν, ἥ σε πολλὰ δὴ
ἀφʼ ὧν ἔχοιμι λιπαρεῖ προύστην χερί.
νῦν δʼ, ὦ Λύκειʼ Ἄπολλον, ἐξ οἵων ἔχω
αἰτῶ, προπίτνω, λίσσομαι, γενοῦ πρόφρων
ἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων,
καὶ δεῖξον ἀνθρώποισι τἀπιτίμια
τῆς δυσσεβείας οἷα δωροῦνται θεοί.
ElectraLord Apollo, hear them graciously, and hear me too, who have so often stood before you with a begging hand, offering what I had. Now, Lycean Apollo, with what I have, I ask you, I fall before you, I beg you: be our willing helper in these plans, and show mankind what wages the gods pay for irreverence.
Fourth Stasimon
The chorus sing of the avengers entering the house, guided by Hermes.
Chorusἴδεθʼ ὅποι προνέμεται
τὸ δυσέριστον αἷμα φυσῶν Ἄρης.
βεβᾶσιν ἄρτι δωμάτων ὑπόστεγοι
μετάδρομοι κακῶν πανουργημάτων ἄφυκτοι κύνες,
ὥστʼ οὐ μακρὰν ἔτʼ ἀμμενεῖ
τοὐμὸν φρενῶν ὄνειρον αἰωρούμενον.
ChorusLook where Ares moves forward,
breathing blood that no one can fight.
Just now they have passed under the roof of the house,
the hounds no one escapes,
hunting down wicked crimes.
So the dream my mind has held hanging
will not wait long now.
παράγεται γὰρ ἐνέρων
δολιόπους ἀρωγὸς εἴσω στέγας,
ἀρχαιόπλουτα πατρὸς εἰς ἑδώλια,
νεακόνητον αἷμα χειροῖν ἔχων· ὁ Μαίας δὲ παῖς
Ἑρμῆς σφʼ ἄγει δόλον σκότῳ
κρύψας πρὸς αὐτὸ τέρμα κοὐκέτʼ ἀμμένει.
For the champion of the dead below
is led with stealthy step into the house,
into his father’s seat of ancient wealth,
freshly whetted bloodshed in his hands.
And Maia’s son, Hermes, leads him on,
hiding the trick in darkness,
right to the end, and waits no longer.
Exodos
Orestes kills Clytemnestra inside, then traps Aegisthus and leads him in to die.
Electraὦ φίλταται γυναῖκες, ἅνδρες αὐτίκα
τελοῦσι τοὔργον· ἀλλὰ σῖγα πρόσμενε.
ElectraMy dearest friends, the men will finish the deed any moment. Just wait in silence.
Electraἡ μὲν ἐς τάφον
λέβητα κοσμεῖ, τὼ δʼ ἐφέστατον πέλας.
ElectraShe’s dressing the urn for burial, and the two of them are standing close beside her.
Electraφρουρήσουσʼ ὅπως
Αἴγισθος ἡμᾶς μὴ λάθῃ μολὼν ἔσω.
ElectraTo keep watch, so Aegisthus doesn’t get in without our knowing.
Clytemnestraαἰαῖ. ἰὼ στέγαι
φίλων ἔρημοι, τῶν δʼ ἀπολλύντων πλέαι.
ClytemnestraAh, ah! Oh, house, empty of loved ones and full of killers!
Electraβοᾷ τις ἔνδον· οὐκ ἀκούετʼ, ὦ φίλαι;
ElectraSomeone’s crying out inside. Don’t you hear, my friends?
Chorusἤκουσʼ ἀνήκουστα δύστανος, ὥστε φρῖξαι.
ChorusI heard what should never be heard,
poor me, and I shudder.
Clytemnestraοἴμοι τάλαινʼ· Αἴγισθε, ποῦ ποτʼ ὢν κυρεῖς;
ClytemnestraOh, no, no! Aegisthus, where are you?
Clytemnestraὦ τέκνον τέκνον, οἴκτιρε τὴν τεκοῦσαν.
ClytemnestraMy child, my child, have pity on your mother!
Electraἀλλʼ οὐκ ἐκ σέθεν
ᾠκτίρεθʼ οὗτος οὐδʼ ὁ γεννήσας πατήρ.
ElectraBut you had no pity for him, or for the father who fathered him.
Chorusὦ πόλις, ὦ γενεὰ τάλαινα, νῦν σοι
μοῖρα καθαμερία φθίνει φθίνει.
ChorusCity! Unhappy race! Now
the doom that hounded you day after day
is dying, dying.
Chorusτελοῦσʼ ἀραί· ζῶσιν οἱ γᾶς ὑπαὶ κείμενοι.
παλίρρυτον γὰρ αἷμʼ ὑπεξαιροῦσι τῶν
κτανόντων οἱ πάλαι θανόντες.
ChorusThe curses are at work.
Those who lie beneath the earth are alive.
For the long dead are drawing off
the killers’ blood
in a stream that flows back on them.
καὶ μὴν πάρεισιν οἵδε· φοινία δὲ χεὶρ
στάζει θυηλῆς Ἄρεος, οὐδʼ ἔχω ψέγειν.
And here they are. His red hand drips with sacrifice to Ares, and I can’t find fault.
Orestesτἀν δόμοισι μὲν
καλῶς, Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν.
OrestesIn the house, all is well, if Apollo prophesied well.
Orestesμηκέτʼ ἐκφοβοῦ
μητρῷον ὥς σε λῆμʼ ἀτιμάσει ποτέ.
OrestesDon’t be afraid any more that your mother’s arrogance will ever dishonor you.
Chorusπαύσασθε· λεύσσω γὰρ Αἴγισθον ἐκ προδήλου.
ChorusStop! I can see Aegisthus, right there in plain sight.
Electraἐφʼ ἡμῖν οὗτος ἐκ προαστίου
χωρεῖ γεγηθὼς …
ElectraHe’s on his way to us from the outskirts of town, full of glee …
Chorusβᾶτε κατʼ ἀντιθύρων ὅσον τάχιστα,
νῦν, τὰ πρὶν εὖ θέμενοι, τάδʼ ὡς πάλιν.
ChorusInto the doorway, as fast as you can,
now! You handled the first one well;
now do it again.
Electraτἀνθάδʼ ἂν μέλοιτʼ ἐμοί.
ElectraI’ll take care of things here.
Chorusδιʼ ὠτὸς ἂν παῦρά γʼ ὡς ἠπίως ἐννέπειν
πρὸς ἄνδρα τόνδε συμφέροι, λαθραῖον ὡς
ὀρούσῃ πρὸς δίκας ἀγῶνα.
ChorusIt would help to murmur a few words
gently into this man’s ear,
so he rushes blindly
into his hidden contest with justice.
Aegisthusτίς οἶδεν ὑμῶν ποῦ ποθʼ οἱ Φωκῆς ξένοι,
οὕς φασʼ Ὀρέστην ἡμὶν ἀγγεῖλαι βίον
λελοιπόθʼ ἱππικοῖσιν ἐν ναυαγίοις;
σέ τοι, σὲ κρίνω, ναὶ σέ, τὴν ἐν τῷ πάρος
χρόνῳ θρασεῖαν· ὡς μάλιστα σοὶ μέλειν
οἶμαι, μάλιστα δʼ ἂν κατειδυῖαν φράσαι.
AegisthusWhich of you knows where the strangers from Phocis are? They say they’ve brought us word that Orestes lost his life, wrecked among the horses. You, I’m asking you, yes, you, who used to be so bold. I think it matters most to you, and you’d know best what to tell me.
Electraἔξοιδα· πῶς γὰρ οὐχί; συμφορᾶς γὰρ ἂν
ἔξωθεν εἴην τῶν ἐμῶν τῆς φιλτάτης.
ElectraI know. How could I not? Otherwise I’d be a stranger to what has happened to the one I love most.
Aegisthusποῦ δῆτʼ ἂν εἶεν οἱ ξένοι; δίδασκέ με.
AegisthusSo where would the strangers be? Tell me.
Aegisthusἦ καὶ θανόντʼ ἤγγειλαν ὡς ἐτητύμως;
AegisthusAnd did they really report that he’s dead?
Electraοὔκ, ἀλλὰ κἀπέδειξαν, οὐ λόγῳ μόνον.
ElectraNo, they’ve shown him too, not just in words.
Aegisthusπάρεστʼ ἄρʼ ἡμῖν ὥστε κἀμφανῆ μαθεῖν;
AegisthusThen he’s here, so I can see for myself?
Aegisthusἦ πολλὰ χαίρειν μʼ εἶπας οὐκ εἰωθότως.
AegisthusYou’ve given me a great deal of joy. That’s not like you.
Electraχαίροις ἄν, εἴ σοι χαρτὰ τυγχάνοι τάδε.
ElectraEnjoy it, if this turns out to be a joy for you.
Aegisthusσιγᾶν ἄνωγα κἀναδεικνύναι πύλας
πᾶσιν Μυκηναίοισιν Ἀργείοις θʼ ὁρᾶν,
ὡς εἴ τις αὐτῶν ἐλπίσιν κεναῖς πάρος
ἐξῄρετʼ ἀνδρὸς τοῦδε, νῦν ὁρῶν νεκρὸν
στόμια δέχηται τἀμὰ μηδὲ πρὸς βίαν
ἐμοῦ κολαστοῦ προστυχὼν φύσῃ φρένας.
AegisthusSilence! I order the doors thrown open for all the Mycenaeans and Argives to see. If any of them was once lifted up by empty hopes in this man, let him see his corpse now and take my bridle, and not wait to meet me as his punisher and have sense forced into him.
Electraκαὶ δὴ τελεῖται τἀπʼ ἐμοῦ· τῷ γὰρ χρόνῳ
νοῦν ἔσχον, ὥστε συμφέρειν τοῖς κρείσσοσιν.
ElectraMy part is done already. Time has taught me sense, enough to go along with those who are stronger.
Aegisthusὦ Ζεῦ, δέδορκα φάσμʼ ἄνευ φθόνου μὲν οὐ
πεπτωκός· εἰ δʼ ἔπεστι νέμεσις, οὐ λέγω.
χαλᾶτε πᾶν κάλυμμʼ ἀπʼ ὀφθαλμῶν, ὅπως
τὸ συγγενές τοι κἀπʼ ἐμοῦ θρήνων τύχῃ.
AegisthusZeus! I see a sight that has not come about without the gods’ envy. But if that word calls down retribution, I don’t say it. Take the whole covering from the face, so that our kinsman may have his lament from me as well.
Orestesαὐτὸς σὺ βάσταζʼ· οὐκ ἐμὸν τόδʼ, ἀλλὰ σόν,
τὸ ταῦθʼ ὁρᾶν τε καὶ προσηγορεῖν φίλως.
OrestesLift it yourself. It isn’t for me but for you to look at this and speak to it lovingly.
Aegisthusἀλλʼ εὖ παραινεῖς κἀπιπείσομαι· σὺ δέ,
εἴ που κατʼ οἶκόν μοι Κλυταιμνήστρα, κάλει.
AegisthusGood advice; I’ll take it. And you, if Clytemnestra is anywhere in the house, call her for me.
Orestesαὕτη πέλας σοῦ· μηκέτʼ ἄλλοσε σκόπει.
OrestesShe’s right beside you. Don’t look anywhere else.
Aegisthusτίνων ποτʼ ἀνδρῶν ἐν μέσοις ἀρκυστάτοις πέπτωχʼ ὁ τλήμων;
AegisthusWhose nets have I fallen into, poor wretch that I am?
Orestesοὐ γὰρ αἰσθάνει πάλαι
ζῶντας θανοῦσιν οὕνεκʼ ἀνταυδᾷς ἴσα;
OrestesDidn’t you realize long ago that you’ve been talking to the living as if they were dead?
Aegisthusοἴμοι, ξυνῆκα τοὔπος· οὐ γὰρ ἔσθʼ ὅπως
ὅδʼ οὐκ Ὀρέστης ἔσθʼ ὁ προσφωνῶν ἐμέ.
AegisthusOh, no, I understand you. There’s no way this can be anyone but Orestes speaking to me.
Orestesκαὶ μάντις ὢν ἄριστος ἐσφάλλου πάλαι.
OrestesSuch a fine prophet, and you were wrong so long.
Aegisthusὄλωλα δὴ δείλαιος. ἀλλά μοι πάρες
κἂν σμικρὸν εἰπεῖν.
AegisthusThen I’m finished, wretch that I am. But let me say just a few words.
Electraμὴ πέρα λέγειν ἔα
πρὸς θεῶν, ἀδελφέ, μηδὲ μηκύνειν λόγους.
τί γὰρ βροτῶν ἂν σὺν κακοῖς μεμιγμένων
θνῄσκειν ὁ μέλλων οὐ χρόνου κέρδος φέροι;
ἀλλʼ ὡς τάχιστα κτεῖνε καὶ κτανὼν πρόθες
ταφεῦσιν, ὧν τόνδʼ εἰκός ἐστι τυγχάνειν,
ἄποπτον ἡμῶν· ὡς ἐμοὶ τόδʼ ἂν κακῶν
μόνον γένοιτο τῶν πάλαι λυτήριον.
ElectraDon’t let him say another word, brother, for the gods’ sake, or drag out the talk. When men are steeped in wrongdoing, what does a man about to die gain from a little time? Kill him as fast as you can, and once he’s dead, throw him out to such buriers as he deserves, out of our sight. That alone could set me free from all I’ve suffered so long.
Orestesχωροῖς ἂν εἴσω σὺν τάχει· λόγων γὰρ οὐ
νῦν ἐστιν ἁγών, ἀλλὰ σῆς ψυχῆς πέρι.
OrestesGet inside, quickly. This contest isn’t about words now. It’s about your life.
Aegisthusτί δʼ ἐς δόμους ἄγεις με; πῶς, τόδʼ εἰ καλὸν
τοὔργον, σκότου δεῖ κοὐ πρόχειρος εἶ κτανεῖν;
AegisthusWhy take me into the house? If this deed is so fine, why does it need darkness? Why aren’t you ready to kill me here?
Orestesμὴ τάσσε· χώρει δʼ ἔνθαπερ κατέκτανες
πατέρα τὸν ἀμόν, ὡς ἂν ἐν ταὐτῷ θάνῃς.
OrestesDon’t give orders. Go where you killed my father, so you can die in the same place.
Aegisthusἦ πᾶσʼ ἀνάγκη τήνδε τὴν στέγην ἰδεῖν
τά τʼ ὄντα καὶ μέλλοντα Πελοπιδῶν κακά;
AegisthusMust this house really witness all the troubles of the line of Pelops, now and to come?
Orestesτὰ γοῦν σʼ· ἐγώ σοι μάντις εἰμὶ τῶνδʼ ἄκρος.
OrestesYours, at any rate. In that I’m a first-rate prophet for you.
Aegisthusἀλλʼ οὐ πατρῴαν τὴν τέχνην ἐκόμπασας.
AegisthusThat skill you boast of isn’t one you got from your father.
Orestesπόλλʼ ἀντιφωνεῖς, ἡ δʼ ὁδὸς βραδύνεται.
ἀλλʼ ἕρφʼ.
OrestesYou answer back a great deal, and our walk is getting slower. Move.
Orestesσοὶ βαδιστέον πάρος.
OrestesYou have to go first.
Orestesμὴ μὲν οὖν καθʼ ἡδονὴν
θάνῃς· φυλάξαι δεῖ με τοῦτό σοι πικρόν.
χρῆν δʼ εὐθὺς εἶναι τήνδε τοῖς πᾶσιν δίκην,
ὅστις πέρα πράσσειν τι τῶν νόμων θέλει,
κτείνειν· τὸ γὰρ πανοῦργον οὐκ ἂν ἦν πολύ.
OrestesNo: so you won’t die the way you’d like. I have to make sure it’s bitter for you. And this should be the punishment, straight away, for everyone who wants to act above the laws: death. Then there wouldn’t be much wickedness.
Chorusὦ σπέρμʼ Ἀτρέως, ὡς πολλὰ παθὸν
διʼ ἐλευθερίας μόλις ἐξῆλθες
τῇ νῦν ὁρμῇ τελεωθέν.
ChorusSeed of Atreus, after so much suffering
you have come out at last, barely, into freedom,
made whole by this day’s onslaught.